1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

84

ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται. 3.7.36 Πάλιν τε αὖ ὡς μὴ νομισθείη κατὰ συγχώρησιν τῶν κρατούντων διαρκέσειν· εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τούτῳ πράττειν ἐνεδίδου τὸ καταθύμιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ εἰς τὸ τοῖς πᾶσιν φανερὸν καταστῆναι, ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βουλῆς ἀλλ' ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου σύστασις. 3.7.37 αὐτίκα τίς οὐκ ἂν θαυμάσειεν τὰ συμβαίνειν κατὰ τοὺς τοιούσδε καιροὺς εἰωθότα; οἱ μὲν γὰρ τῆς εὐσεβείας ἀθληταὶ τὸ πρὶν ἀνθρώποις γε ... τοῖς πᾶσιν διάδηλοι καὶ διαπρεπεῖς ἐγίνοντο τῶν παρὰ τῷ θεῷ κατηξιωμένοι βραβείων· οἱ δὲ τῆς εὐσεβείας πολέμιοι τὰς προσηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσιν διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι. 3.7.38 οἱ δέ γε λοιποὶ πάντες τῆς ἐνθέου προσηγορίας ἠξιωμένοι καὶ τὰ Χριστοῦ φρονεῖν αὐχοῦντες, ἐπ' ὀλίγον ἐγγυμνασάμενοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ εἰλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οἰκείαν αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι' αὐτῶν ἐκλάμποντος τοῦ σωτηρίου λόγου καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος, 3.7.39 μὴ μόνον τε τῶν ὁρατῶν πολεμίων κατεξανισταμένου, ἀλλὰ καὶ τῶν ἀοράτων, εἴ τινες ἄρ' εἶεν ἀμφὶ τὸν περὶ γῆν ἀέρα ζοφώδη πονηροὶ δαίμονες καὶ ἄρχοντες τούτων· οὓς καὶ αὐτοὺς οἱ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι' ἁγνείας βίου καὶ τῶν πρὸς τὸν θεὸν εὐχῶν διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες, ... σημείων τῶν πάλαι ἱστορουμένων ὑπ' αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾶν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου ἀρετῆς αὐτοῦ διαδεικνύντες. 3.7.40 Ἀλλὰ γὰρ τῶνδε κατὰ καιρὸν προγεγυμνασμένων, καιρὸς ἤδη καλεῖ τῆς μυστικωτέρας περὶ αὐτοῦ θεολογίας ἐφάψασθαι, καὶ τὸν θεὸν λόγον, ὅστις ποτ' ἦν ὁ διὰ τοῦ φαινομένου ἀνδρὸς τὰς θαυματουργίας ἐκτελῶν, ἐποπτεῦσαι. 4.Pin.t Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 4.Pin.1 αʹ. Περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας. 4.Pin.2 βʹ. Ὅπως αὐτὸν πρὸ πάσης κτίσεως υἱὸν θεοῦ γεγονέναι φαμέν. 4.Pin.3 γʹ. Ὅτι μὴ πλείους υἱοὶ τοῦ ἐπὶ πάντων θεοῦ, μόνος δὲ εἷς ἐκ θεοῦ θεὸς εὐλόγως ἡμῖν ἀνηγόρευται. 4.Pin.4 δʹ. Ὡς ἀναγκαία τῇ τῶν ὅλων συστάσει ἡ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ προΰπαρξις ἀποδίδοται. 4.Pin.5 εʹ. Ὡς μυρίας μὲν ὁμολογοῦμεν εἶναι γενητὰς θείας δυνάμεις, μόνην δὲ τὴν τοῦ υἱοῦ, δι' ἣν ἐπάγεται εἰκόνα τοῦ θεοῦ πατρός, θεολογοῦμεν. 4.Pin.6 ϛʹ. Ὡς ἀπὸ πρώτης συστάσεως τῶν ὅλων ἀφανῶς ὁ Χριστὸς τοῦ θεοῦ τῶν θεοφιλῶν ψυχῶν ἐπιστατεῖ. 4.Pin.7 ζʹ. Ὡς μόνοις Ἑβραίοις τὸ παλαιὸν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις ἀποκεκάλυπτο, διὰ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γινωσκομένη. 4.Pin.8 ηʹ. Ὡς μόνους τοὺς κατ' οὐρανὸν φωστῆρας τὰ λοιπὰ τῶν ἐθνῶν ἔσεβον, ἀγγέλοις τισὶν ἐγκεχειρισμένα. 4.Pin.9 θʹ. Περὶ τῆς ἐχθρᾶς καὶ ἀντικειμένης τῷ θεῷ δυνάμεως καὶ τοῦ ταύτης ἐξάρχοντος καὶ ὡς διὰ ταύτης τὸ πάντων ἀνθρώπων ὑπήγετο γένος. 4.Pin.10 ιʹ. Ὡς ἀναγκαίως ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὴν εἰς ἀνθρώπους ἐποιήσατο πάροδον. 4.Pin.11 ιαʹ. Ὅπως τὸν ἐν ἀνθρώποις διεξῆλθε βίον. 4.Pin.12 ιβʹ. Ὡς καὶ μέχρι τῶν πάλαι κατοιχομένων ἐκάλουν αὐτὸν οἱ τῆς φιλανθρωπίας νόμοι. 4.Pin.13 ιγʹ. Ὡς ἀπαθὴς καὶ ἀβλαβὴς καὶ ἀσώματος διέμεινεν καὶ καθ' ὃν ἐνηνθρώπει καιρόν. 4.Pin.14 ιδʹ. Ὡς τὸν ἄνθρωπον ἀνανεωσάμενος πᾶσιν ἡμῖν τὴν τῶν αἰωνίων ἀγαθῶν παρέσχετο ἐλπίδα. 4.Pin.15 ιεʹ. Τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία· ὡς