84
νοημάτων ὥσπερ τὰ πτερορρυήσαντα τῶν ὀρνέων οὐκ ἀνιπτάμενοι), συμβουλεύσαιμι ἂν αὐτοῖς ἔγωγε μετα λαβεῖν πρὸς τὸ ἐναντίον τὰ δόγματα, ὡς τὸ μὲν ἀτελεύ τητον ἐν οὐσίᾳ λογίζεσθαι, περιορᾶν δὲ μᾶλλον τοῦ ἀτελευ τήτου τὸ ἄναρχον, τῷ μέλλοντι καὶ τῷ κατ' ἐλπίδας πλέον ἢ τῷ παρῳχηκότι καὶ ἑώλῳ τὰ πρωτεῖα προσνέμοντας. 1.1.673 ἐπειδὴ γάρ (λέγω δὲ ταῦτα διὰ τοὺς μικροὺς τὰ ψυχάρια ἑκουσίως τῇ τῶν νηπίων ὑπολήψει συγκατάγων τὸν λόγον) ἐπειδὴ τοίνυν τὸ παρελθὸν τῆς ζωῆς ἀντ' οὐδενός ἐστι τῷ ζήσαντι, πᾶσα δὲ ἡ σπουδὴ τοῖς ζῶσι πρὸς τὸ μέλλον καὶ προσδοκώμενον γίνεται, τιμιώτερον ἂν εἴη τοῦ ἀνάρχου τὸ ἀτελεύτητον, ὅτι πρὸς τὸ μέλλον καὶ προσδοκώμενον τὸ 1.1.674 ἀθάνατον φέρεται. ὥστε ἢ θεοπρεπῆ καὶ ὑψηλὰ <τὰ> περὶ τῆς θείας φύσεως ἔστω νοήματα, ἢ εἴπερ ἀνθρωπίνοις λογισμοῖς κρίνουσι τὰ τοιαῦτα, τὸ μέλλον ἔστω τοῦ παρῳ χηκότος αὐτοῖς τιμιώτερον, καὶ τούτῳ τοῦ θεοῦ τὴν οὐσίαν περιγραφέτωσαν, ἐπειδὴ πᾶν τὸ παρελθὸν ἤδη τοῦ χρόνου τῇ παρόδῳ συναφανίζεται, τὸ δὲ προσδοκώμενον διὰ τῆς ἐλπίδος τὴν ὑπόστασιν ἔχει. 1.1.675 Ἀλλὰ ταῦτα μὲν ὡς παιδίοις τοῖς ἐν τῇ ἀγορᾷ καθ ημένοις καὶ παίζουσι γελοῖα καὶ παιδαριώδη προφέρω· οὐδὲ γὰρ ἔστι τὸ χαμαιρριφές τε καὶ γήϊνον τῶν τῆς αἱρέ σεως δογμάτων ἐπισκεπτόμενον μὴ οὐχὶ πάντως εἰς μειρα 1.1.676 κιώδη τινὰ παιδιὰν ὑποφέρεσθαι. ἐκεῖνο δὲ προσθεῖναι τῷ λόγῳ καλῶς ἔχειν φημί, ὅτι τῆς τοῦ ἀϊδίου σημασίας δι' ἀμφοτέρων κατὰ τὸν ῥηθέντα λόγον συμπληρουμένης, ἔκ τε τῆς <τῆς> ἀρχῆς καὶ ἐκ τῆς τοῦ τέλους ἀλλοτριώσεως, εἰ μὲν ἐν τῷ ἑνὶ τὴν οὐσίαν τοῦ θεοῦ περιγράφοιεν, ἡμιτελὴς αὐτοῖς καὶ ἡμίτομος ὁ τῆς οὐσίας λόγος ἀναφανήσεται, ἐν μόνῳ τῷ ἀνάρχῳ νοούμενος, τὸ δὲ ἀτελεύτητον ἐν ἑαυτῷ 1.1.677 κατ' οὐσίαν μὴ κεκτημένος. εἰ δὲ ἀμφότερα συνθέντες τὸν τῆς οὐσίας λόγον δι' ἑκατέρων συναπαρτίσουσι, πάλιν σκο πήσωμεν τὴν συναναδεικνυμένην ἀτοπίαν τῷ λόγῳ· εὑρε θήσεται γὰρ αὐτοῖς οὐκέτι πρὸς τὸν μονογενῆ μόνον, ἀλλὰ καὶ πρὸς ἑαυτὸν ἀλλοτρίως ἔχων. σαφὴς δὲ ὁ λόγος καὶ οὐδὲ πολλῆς τῆς ἐπιστασίας δεόμενος. ὁ γὰρ τῆς ἀρχῆς καὶ ὁ τοῦ τέλους λόγος ἐναντίως ἑκάτερος πρὸς τὸν ἕτερον ἔχει, καὶ διάφορον ἐπ' ἀμφοτέρων τὸ σημαινόμενον, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν τῶν κατὰ διάμετρον ἀλλήλοις ἀντικει 1.1.678 μένων, οἷς οὐδὲν ὕπεστι μέσον. ὁ γὰρ ἐρωτηθεὶς τὸν περὶ τῆς ἀρχῆς λόγον οὐ τὸν αὐτὸν ἀποδώσει τῷ περὶ τοῦ τέ λους ὅρῳ, ἀλλ' ἐπὶ τὸ ἐναντίον ἐκείνῳ προάξει τὸν ὡρι σμένον τῆς ἀρχῆς λόγον. οὐκοῦν καὶ τὰ ἑκατέρῳ τούτων ἀντικείμενα κατὰ τὸ ἴσον μέτρον τῆς ἀντιθέσεως καὶ ἀπ' ἀλλήλων διενεχθήσεται, καὶ ἄλλο τι ὁμολογηθήσεται εἶναι τὸ ἄναρχον, ὅπερ ἀντίκειται τῷ ὑπὸ τῆς ἀρχῆς δηλουμένῳ, ἄλλο δέ τι τὸ ἀτελεύτητον, ὅπερ ἀναιρετικὸν τοῦ τέλους 1.1.679 ἐστίν. εἰ οὖν ταῦτα τὰ δύο εἰς τὴν οὐσίαν τοῦ θεοῦ φέ ροντες ἀναθήσουσι, τό τε ἀτελεύτητόν φημι καὶ τὸ ἄναρχον, δύο τινῶν ἐναντίων καὶ ἀσυμφώνων συνδρομὴν τὸν θεὸν ἑαυτῶν ἀποδείξουσι. τὴν γὰρ τοῦ τέλους πρὸς τὴν ἀρχὴν ἐναν τίωσιν ἡ ἑκατέρῳ τούτων ἀντικειμένη διάνοια καὶ ἐφ' ἑαυ τῆς ἐπιδείκνυται. τὰ γὰρ τοῖς ἀντικειμένοις ἐναντία καὶ 1.1.680 ἀλλήλοις ἐναντία πάντως ἐστίν. ἀληθὴς δὲ ὁ λόγος ὅτι πάντα, ὅσα τοῖς ἐναντίως ἔχουσι κατὰ τὴν φύσιν ἀντι καθίσταται, ταῦτα καὶ πρὸς ἄλληλα τὸ ἐναντίον ἔχει, ὡς ἐπὶ τῶν ὑποδειγμάτων ἔστιν ἰδεῖν. τῷ πυρὶ τὸ ὕδωρ ἀνθ έστηκεν· οὐκοῦν καὶ αἱ ἀναιρετικαὶ τούτων δυνάμεις ἀλ λήλαις ἐναντιώσονται. εἰ γὰρ σβεστικὴ τοῦ πυρός ἐστιν ἡ ὑγρότης, ἀναιρετικὴ δὲ τοῦ ὕδατός ἐστιν ἡ ξηρότης, τὴν τοῦ ὕδατος πρὸς τὸ πῦρ ἐναντίωσιν καὶ αἱ ἀντικείμεναι τούτοις ποιότητες καὶ ἐφ' ἑαυτῶν διεσώσαντο, ὡς ἐναντίως 1.1.681 ἔχειν ὁμολογεῖσθαι τῷ ξηρῷ τὴν ὑγρότητα. οὕτως οὖν καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους ὑπεναντίως διακειμένων, τὰ ἀντικείμενα τούτοις ὀνόματα καὶ ἀλλήλοις μάχεται κατὰ τὴν ἔννοιαν, τὸ ἄναρχον λέγω καὶ τὸ ἀτελεύτητον. εἰ τοίνυν τὸ ἕτερον τούτων μόνον τῆς οὐσίας ἐνδεικτικὸν εἶναι ὁρίζονται (πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον), ἐξ ἡμισείας προσμαρτυρήσουσιν οὕτω τῷ θεῷ τὸ εἶναι,