1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

84

τούτων καὶ ἕτερα τοιαῦτα λεγόμενα εὕροι τις ἄν. ∆ιὸ, παρακαλῶ, πάντοθεν τοῦτο ἐξορίσαντες τὸ ἔθος, ἐκεῖνα φθεγγώμεθα, ἃ ἡμῖν ἁρμόττει· καὶ μὴ τὰ ἅγια στόματα τὰ τῶν ἀτίμων καὶ αἰσχρῶν φθεγγέσθω ῥήματα. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Ἀγαπητὸν γὰρ, πάντων τῶν ἀτόπων ἑαυτοὺς ἀποστήσαντας, δυνηθῆναι τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, μήτι γε τοσαῦτα ἐπισυρομένους, καὶ τὸ ἀκριβὲς τῆς διανοίας διὰ τῶν τοσούτων λυμαινομένους. Ὁ γὰρ εὐτραπελευόμενος κακήγορος ἔσται ταχέως· ὁ δὲ κακήγορος καὶ μυρία ἑαυτῷ ἐπισωρεύει ἕτερα κακά. Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθμίσαντες, καὶ ὑποζεύξαντες τῷ λογισμῷ, καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυμίαν, καὶ τὸν θυμὸν, οὕτως ἐπιστήσωμεν τὸν νοῦν ἡνίοχον, ἵνα καὶ τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως· οὗ γένοιτο 62.121 πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι 62.122 δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς

ἐστιν εἰδωλο λάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. αʹ. Ἦσαν, ὡς ἔοικε, τινὲς καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ τοῦ Ἰεζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, οἱ δρακὸς κριθῶν ἐκφαυλίζοντες τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ· ὃ δὴ καὶ νῦν οἶμαι παρά τινων γίνεσθαι. Ὅταν οὖν εἴπωμεν, ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν, εἰς γέενναν ἀπέρχεται, ἄλλοι φασί· Ναὶ, ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν εἰς γέενναν ἀπέρχεται; Οὐχὶ, φησί· καὶ ὅταν εἴπωμεν, ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ τοῦτο πάλιν ἐκφαυλίζουσι, λέγοντες ὑπερβολῆς εἶναι τὸ ῥῆμα· καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐξευτελίζουσι. Τούτους οὖν αἰνιττόμενος ὁ μακάριος Παῦλος, καὶ τότε ἔγραφεν Ἐφεσίοις, οὕτω λέγων· Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Εἶτα ἐπάγει· Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Κενοί εἰσιν οὗτοι οἱ λόγοι, οἱ πρὸς καιρὸν χάριν ἔχοντες, καὶ οὐδαμῶς ἐπὶ τῶν ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ πρᾶγμά ἐστι. ∆ιὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ∆ιὰ τὴν πορνείαν, φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή εἰσιν ἀπατεῶνες. Υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς, τοὺς αὐτῷ ἀπειθοῦντας καλεῖ. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅρα πῶς συνετῶς προέτρεψε· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους, καὶ μηδένα ἀδικεῖτε· εἶτα πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· Ἦτε γάρ ποτε σκότος, φησὶ, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; καὶ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, Ἐννοήσαντες τί ἦτέ ποτε ὑμεῖς, καὶ τί γεγόνατε νῦν, μὴ παλινδρομῆτε πρὸς τὴν προτέραν κακίαν, μηδὲ ἐνυβρίζητε τοῦ Θεοῦ τὴν χάριν. Ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας, φησὶν, ἀρετῆς, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστι, Καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι ἦτέ ποτε, ἀλλ' οὐκέτι. Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δή ἐστι, Τέκνα φωτὸς, ἐπάγει ἑξῆς· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθείᾳ. ∆οκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Ἐν πάσῃ, φησὶν, ἀγαθωσύνῃ. Τοῦτο πρὸς τοὺς ὀργιζομένους, πρὸς τοὺς πικρούς· Καὶ δικαιοσύνῃ· τοῦτο πρὸς τοὺς