1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

85

θεὸς καὶ κύριος καὶ ἀρχιερεὺς τοῦ τῶν ὅλων θεοῦ διὰ τῶν παρ' Ἑβραίοις προφητῶν ὁ Χριστὸς ἀνηγορεύετο. 4.Pin.16 ιϛʹ. ∆ι' ὅσων προφητικῶν γραφῶν ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ιθʹ Ψαλμοῦ. Ἀπὸ τοῦ κζʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πγʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πηʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ρλαʹ Ψαλμοῦ. Ἀπὸ τοῦ Ἀμώς. Ἀπὸ τοῦ Ἀμβακούμ. Ἀπὸ τῶν Ἱερεμίου θρηνῶν. Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. Ἀπὸ τῆς αὐτῆς. Ἀπὸ τοῦ μδʹ Ψαλμοῦ. 4.Pin.17 ιζʹ. Ὅτι καὶ τὸ Ἰησοῦ ὄνομα παρὰ τοῖς προπάλαι τοῦ θεοῦ γνωρίμοις τετίμητο. Ἀπὸ τῆς Ἐξόδου. Ἀπὸ τοῦ Ζαχαρίου. 4.t.1 Λόγος δʹ. 4.1.1 Ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀπορρητοτέρων ἐφάψασθαι λόγων τῶν περὶ τῆς κατ' αὐτὸν μυστικωτέρας θεολογίας. 4.1.2 ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀϊδίου μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων πανηγεμόνος τε καὶ παμβασιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πῆ μὲν ὁμοίως ἡμῖν ταῖς παρ' αὐτοῖς ἑπόμενοι γραφαῖς ἔτι νῦν ὁμολογοῦσιν, πῆ δὲ μακρὰν ἀποπίπτουσιν, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ' οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι. 4.1.3 οἱ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ' ἤδη μὲν εἰς ἅπαξ ἀποδείκνυμεν ἐλθόντα, καὶ δευτέραν δὲ αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν, ταῖς τῶν θεοφόρων προφητῶν προρρήσεσίν τε καὶ διδασκαλίαις πειθόμενοι, ἰδεῖν εὐχόμεθα. διττοῦ δ' ὄντος τοῦ κατ' αὐτὸν λόγου ὁ μὲν νεώτερος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος· ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτερος. 4.1.4 βουληθεὶς γὰρ ὁ θεός, ἅτε μόνος ὢν ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγή, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῆναι κοινωνούς, ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄυλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον ἐπὶ τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῇ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν οἰκείους μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια· προλαβὼν τὸ μέλλον οἷα θεὸς τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἕνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ' Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα. 4.1.5 παρ' ὧν δὴ μαθεῖν ἔνεστιν, ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχή, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄρρητον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθόν, τὸ πάντων αἴτιον, τὸ ποιητικόν, τὸ εὐεργετικόν, τὸ προνοητικόν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεός, ἐξ οὗ τὰ πάντα, δι' ὃν τὰ πάντ' ἐστίν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.» 4.1.6 ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἄν, τὸ μόνον τῆς τῶν γενητῶν ἁπάντων οὐσιώσεώς τε καὶ ὑπάρξεως αἴτιον· θέλοντος γὰρ ἔστιν, θέλει δέ, ὅτι τὴν φύσιν ἀγαθὸς ὢν τυγχάνει. ἀγαθῷ δὲ οὐδέν, ὅτι μὴ τὸ θέλειν τὰ ἀγαθά, προσφυές. 4.1.7 θέλων δὲ ταῦτα καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεώς τε καὶ