85
ἐν μόνῳ τῷ ἀνάρχῳ περιγράφεσθαι λέγοντες αὐτοῦ τὴν οὐσίαν, 1.1.682 πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι ἐκτείνοντες· εἰ δὲ ἀμφότερα εἰς τὸν τῆς οὐσίας λόγον φέροντες καταθήσουσιν, οὐδὲν ἕτερον ἢ ἐξ ἐναντίων αὐτὴν συγκεῖσθαι ἀποφανοῦνται κατὰ τὸν ῥηθέντα τρόπον, τῇ κατὰ τὸ τέλος πρὸς τὴν ἀρχὴν ἐναντιώσει τῷ ἀτελευτήτῳ καὶ ἀνάρχῳ κατ' οὐσίαν διασχι ζομένην. καὶ οὕτως εὑρίσκεται αὐτῶν ὁ θεὸς ποικίλον τι χρῆμα καὶ σύνθετον, ἐξ ἀντικειμένων τινῶν συγκεκροτη μένος. 1.1.683 Ἀλλ' οὔτε ἔστιν οὔτε μὴ γένηται δόγμα τοιοῦτον ἐν ἐκκλησίᾳ θεοῦ, ὥστε τὸν ἁπλοῦν καὶ ἀσύνθετον μὴ μόνον πολυειδῆ καὶ ποικίλον, ἀλλὰ καὶ ἐξ ἐναντίων συγκείμενον ἀποφαίνεσθαι. ἡ γὰρ ἁπλότης τῶν τῆς ἀληθείας δογμά των τὸν θεὸν ὅπερ ἐστὶν ὑποτίθεται, οὔτε ὀνόματι οὔτε δια νοήματι οὔτε τινὶ ἄλλῃ καταληπτικῇ ἐπινοίᾳ περιληφθῆναι δυνάμενον, οὐ μόνον ἀνθρωπίνης, ἀλλὰ καὶ ἀγγελικῆς καὶ πάσης ὑπερκοσμίου καταλήψεως ὑψηλότερον μένοντα, ἄφρα στόν τε καὶ ἀνεκφώνητον καὶ πάσης τῆς διὰ λόγων σημα σίας ἀνώτερον, ἓν ὄνομα γνωριστικὸν τῆς ἰδίας ἔχοντα φύ σεως, τὸ μόνον αὐτὸν ὑπὲρ πᾶν εἶναι ὄνομα· ὃ δὴ καὶ τῷ μονογενεῖ κεχάρισται, διὰ τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ 1.1.684 τοῦ υἱοῦ εἶναι. τῆς δὲ ἀϊδιότητος αὐτοῦ, οὐχὶ τῆς οὐσίας ἐνδεικτικὰς εἶναι τὰς φωνὰς ταύτας ὁμολογεῖ τῆς εὐσεβείας ὁ λόγος, τήν τε ἀγέννητόν φημι καὶ τὴν ἀτελεύτητον, ὡς τοῦ μὲν ἀγεννήτου τὸ μηδεμίαν αὐτοῦ ὑπερκεῖσθαι ἀρχὴν καὶ αἰτίαν ἐνδεικνυμένου, τοῦ δὲ ἀτελευτήτου τὸ εἰς μηδὲν πέρας στήσεσθαι αὐτοῦ τὴν βασιλείαν σημαίνοντος. Σὺ γάρ, φησίν, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι, διὰ μὲν τοῦ εἶναι τὸ μὴ ἐξ αἰτίας τινὸς ὑποστῆναι σημαί νων, διὰ δὲ τοῦ ἐφεξῆς τὴν ἄπαυστόν τε καὶ ἀτελεύτητον μακαριότητα τῆς ζωῆς ἐνδεικνύμενος. 1.1.685 Ἀλλ' ἴσως ἐρεῖ τις καὶ τῶν εὐλαβεστέρων ἐπιστὰς τοῖς περὶ τοῦ ἀϊδίου ἡμῖν ἐξητασμένοις, ὅτι χαλεπόν ἐστι τὸν περὶ τοῦ μονογενοῦς λόγον διὰ τῶν εἰρημένων παρελ θεῖν ἀπροσκόπως. δύο γὰρ ἀπεμφαινόντων δογμάτων, ἑνὶ ὁ λόγος συνενεχθήσεται. ἢ γὰρ ἀγέννητον εἶναι καὶ τὸν υἱὸν κατασκευάσομεν, ὅπερ ἄτοπον, ἢ οὐδὲ τὸ ἀΐδιον αὐτῷ 1.1.686 συγχωρήσομεν, ὅπερ ἴδιον τῶν βλασφημούντων ἐστίν. εἰ γὰρ τῷ ἀνάρχῳ καὶ ἀτελευτήτῳ ἡ ἀϊδιότης γνωρίζεται, ἀνάγκη πᾶσα ἢ ἀσεβεῖν μὴ ὁμολογοῦντας τοῦ υἱοῦ τὸ ἀΐδιον, ἢ πρὸς τὴν τῆς ἀγεννησίας ὑπόληψιν ἐν ταῖς περὶ τοῦ μονογενοῦς ὑπονοίαις ἐκφέρεσθαι. τί οὖν ἡμεῖς; εἰ μέν τινα χρονικὴν ἔμφασιν ὑπερετίθει τῆς τοῦ μονογενοῦς ὑποστάσεως ὁ τὸν πατέρα τοῦ υἱοῦ μόνῳ τῷ τῆς αἰτίας λόγῳ προθεωρῶν, εἰκότως ἂν ὁ τῆς ἀϊδιότητος ἡμῖν περὶ 1.1.687 τοῦ υἱοῦ λόγος ἐκινδυνεύετο. νυνὶ δὲ τὸ ποτὲ μὴ ἔσεσθαι ἐπὶ τῆς προαιωνίου φύσεως ἴσως καὶ ὁμοίως ἐπί τε τῆς τοῦ πατρὸς ζωῆς καὶ τῆς τοῦ μονογενοῦς [ἀλλὰ καὶ τῆς τοῦ ἁγίου πνεύματος ὁμολογίας] οὐ δέχεται· ἔνθα γὰρ 1.1.688 χρόνος οὐκ ἔστι, καὶ τὸ ποτὲ συνανῄρηται. εἰ δὲ ἀεὶ ἐν τῷ εἶναι καταλαμβάνεται ὁ υἱὸς τῇ περὶ τοῦ πατρὸς ἐννοίᾳ συναναφαινόμενος, τίς ὁ φόβος προσμαρτυρεῖν τῷ μονογενεῖ τὸ ἀΐδιον, τῷ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντι τέλος; ὡς γὰρ ἐκ φωτὸς φῶς καὶ ζωὴ ἐκ ζωῆς καὶ ἐξ ἀγαθοῦ ἀγαθὸς σοφός τε καὶ δίκαιος καὶ δυνατὸς καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐκ τοιούτου τοιοῦτος, οὕτω καὶ ἐξ ἀϊδίου πάντως ἀΐδιος. 1.1.689 Ἀλλ' ὑφαρπάζει τὸν λόγον ὁ ἀντιλογικός τε καὶ φίλ ερις, ὡς τῆς ἀκολουθίας ταύτης καὶ ἐξ ἀγεννήτου ἀγέν νητον ὑπονοεῖσθαι ποιούσης. ἀλλὰ νηψάτω τῇ καρδίᾳ καὶ ταῖς ἰδίαις ἐπιστήτω φωναῖς ὁ μαχόμενος, ὅτι τὸ ἐκ τοῦ πατρὸς ὁμολογῶν τὴν τοῦ ἀγεννήτου ὑπόνοιαν ἐπὶ τοῦ μονο γενοῦς ἀπεπέμψατο, καὶ οὐδεὶς ἔπεστι φόβος καὶ ἀΐδιον 1.1.690 αὐτὸν καὶ οὐκ ἀγέννητον λέγειν. ὅτι μὲν γὰρ οὐ διαστή ματι χρονικῷ τοῦ υἱοῦ τὸ εἶναι περιορίζεται, ἀλλὰ καὶ πρὸ τῶν αἰώνων καὶ μετὰ τούτους τὸ ἄπειρον αὐτοῦ τῆς ζωῆς ἁπανταχόθεν ἐκκέχυται, κυρίως τῇ τοῦ ἀϊδίου προσηγορίᾳ κατονομάζεται· ὅτι δὲ πάλιν υἱὸς καὶ ὢν καὶ λεγόμενος συνημμένως τὴν τοῦ πατρὸς ἔννοιαν ἑαυτῷ συνθεωρεῖσθαι δίδωσι, τὸ ἀγεννήτως εἶναι δοκεῖν διὰ τούτου ἐκπέφευγεν, ἀεὶ συνὼν τῷ ἀεὶ ὄντι πατρί, καθὼς εἶπε καὶ ἡ θεόπνευστος ἐκείνη τοῦ διδασκάλου ἡμῶν φωνή, ὅτι γεννητῶς τῇ ἀγεν 1.1.691 νησίᾳ τοῦ πατρὸς συναπτόμενος. ὁ δὲ