86
αὐτὸς ἡμῖν καὶ περὶ τοῦ ἁγίου πνεύματος λόγος, ἐν μόνῃ τῇ τάξει τὴν διαφορὰν ἔχων. ὡς γὰρ συνάπτεται τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ὑστερίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ μονογενοῦς ἔχεται τὸ πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ πνεύ ματος ὑποστάσεως· αἱ δὲ χρονικαὶ παρατάσεις ἐπὶ τῆς προαιωνίου ζωῆς χώραν οὐκ ἔχουσιν. ὥστε τοῦ λόγου τῆς αἰτίας ὑπεξῃρημένου ἐν μηδενὶ τὴν ἁγίαν τριάδα πρὸς ἑαυ τὴν ἀσυμφώνως ἔχειν. Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖν τῶν πεπονημένων μαθεῖν, ὅπως ἐν τῷ προτέρῳ τῶν λόγων ἡ ἀπάτη κατὰ κράτος ἐλήλεγκται, καὶ οὐδεμίαν ἰσχὺν ἔτι κατὰ τῆς ἀληθείας ἐν τοῖς ἐξητασμένοις τὸ ψεῦδος ἔχει τοῖς γε μὴ λίαν ἐκθύμως ἀναισχυντοῦσι πρὸς τὴν ἀλή 2.1.2 θειαν. ἐπειδὴ δὲ καὶ δεύτερος αὐτῷ κατὰ τῆς εὐσεβείας πόνος οἷόν τις λῃστρικὸς συγκεκρότηται λόχος, πάλιν τοῦ θεοῦ συμμαχοῦντος δι' ἡμῶν ἡ ἀλήθεια τῇ παρατάξει τῶν ἐχθρῶν ἀνθοπλίζεται, καθάπερ τις στρατηγὸς προκαθη γουμένη τῶν ἡμετέρων λόγων καὶ πρὸς τὸ δοκοῦν ἑαυτῇ κατὰ τῶν πολεμίων εὐθύνουσα, ᾗ κατ' ἴχνος ἑπόμενοι θαρ ρούντως τοῖς δευτέροις τῶν ἀγώνων ἐπιτολμήσομεν οὐδὲν καταπλαγέντες τὴν τοῦ ψεύδους παράταξιν, κἂν ἐν πλήθει 2.1.3 προφαίνηται λόγων· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος χι λίους ὑφ' ἑνὸς διωχθήσεσθαι καὶ μυριάδας ὑπὸ δύο μετα κινηθήσεσθαι, ὡς τῆς εὐσεβείας, οὐ τῆς πολυχειρίας ἐχού 2.1.4 σης τὸ κατὰ πόλεμον κράτος. ὥσπερ γὰρ ὁ πολύσαρκος Γολιὰθ τὴν βαρεῖαν ἐκείνην τοῖς Ἰσραηλίταις ἐπισείων αἰχμὴν οὐδεμίαν ἐπήγαγε δειλίαν ἀνδρὶ ποιμένι καὶ ἀμελετήτῳ τῆς πολεμικῆς εὐστροφίας, ᾧ συμπλακεὶς κατὰ τὴν μάχην ἀκέ φαλος γίνεται, πρὸς τοὐναντίον αὐτῷ τῆς ἐλπίδος περιτρα πείσης, τὸν αὐτὸν τρόπον καὶ ὁ καθ' ἡμᾶς Γολιὰς ὁ τῆς ἀλλοφύλου καθηγούμενος γνώσεως πρόκωπόν τε καὶ γυμνὴν οἷόν τινα ῥομφαίαν τὴν βλασφημίαν τοῖς ἀντιτεταγμένοις προτείνων καὶ στίλβων ἅμα τοῖς νεοθήκτοις σοφίσμασιν, οὐκ ἐφάνη φοβερὸς καὶ δυσάντητος τοῖς ἰδιώταις ἡμῖν, ὡς κατ' ἐξουσίαν ἔχειν αὐτὸν τῇ ἐρημίᾳ τῶν ἀντιβαινόντων ἐπικομ πάζειν· ἀλλ' εὗρεν ἡμᾶς ἐκ τῆς τοῦ κυρίου ποίμνης αὐτο σχεδίους πολεμιστὰς τοὺς μήτε μαθόντας λογομαχεῖν μήτε ζημίαν τὸ μὴ μεμαθηκέναι νομίζοντας ἰδιωτικόν τε καὶ ἀγροικίζοντα τὸν λόγον τῆς ἀληθείας κατ' αὐτοῦ σφενδονή 2.1.5 σαντας. ἐπειδὴ τοίνυν καὶ ὁ μνημονευθεὶς ἐκεῖνος ποιμὴν τῇ σφενδόνῃ καταβαλὼν τὸν ἀλλόφυλον, ὑπορραγείσης τῷ λίθῳ τῆς περικεφαλαίας καὶ πρὸς τὴν βίαν τῆς βολῆς ἐπὶ τὰ ἐντὸς διασχούσης, οὐ τοῦτον ἐποιήσατο τῆς ἀνδραγαθίας τὸν ὅρον, τὸ ἰδεῖν ἐν πτώματι τὸν ἀντίπαλον, ἀλλ' ἐπιδρα μὼν καὶ τῆς κεφαλῆς τὸν ἐχθρὸν ἀποσυλήσας τροπαιοφόρος τοῖς ἰδίοις ἐπάνεισι, τὴν μεγαλορρήμονα κεφαλὴν ἐκείνην ἐν τῷ στρατῷ τῶν ὁμοφύλων διαπομπεύων, διὰ τοῦτο καὶ ἡμᾶς προσήκει πρὸς τὸ ὑπόδειγμα βλέποντας μὴ καταμα λακισθῆναι πρὸς τοὺς δευτέρους τῶν πόνων, ἀλλ' ὡς ἔνι μάλιστα μιμήσασθαι τοῦ ∆αβὶδ τὴν ἀριστείαν καὶ παραπλη σίως ἐκείνῳ μετὰ τὴν πρώτην πληγὴν ἐπεμβῆναι τῷ κει μένῳ, ὡς ἂν φανείη μάλιστα τῆς κεφαλῆς ἔρημος ὢν ὁ 2.1.6 τῆς ἀληθείας πολέμιος. ὁ γὰρ τῆς πίστεως διεζευγμένος τὴν κεφαλὴν ἀποτέτμηται τοῦ ἀλλοφύλου μᾶλλον. ἐπεὶ γὰρ κεφαλὴ παντὸς ἀνδρὸς ὁ Χριστός, καθώς φησιν ὁ ἀπό στολος, ἄνδρα δὲ τὸν πιστὸν πάντως εἰκὸς ὀνομάζεσθαι (οὐ γὰρ δὴ καὶ τῶν ἀπίστων ἂν εἴη κεφαλὴ ὁ Χριστός), πάν τως ὁ τῆς σῳζούσης πίστεως ἀποτμηθεὶς ἀκέφαλος ἂν εἴη κατὰ τὸν Γολιάθ, διὰ τῆς ἰδίας μαχαίρας, ἣν κατὰ τῆς ἀληθείας ἐθήξατο, τῆς ἀληθινῆς κεφαλῆς μεριζόμενος, ἣν οὐχὶ τεμεῖν ἀπ' αὐτοῦ, ἀλλ' ἀποδεῖξαι τετμημένην ἔργον ἡμέτερον. 2.1.7 Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀν θρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκή ρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλέ κεσθαι. εἰ μὲν γὰρ ἐξῆν ἀπραγμόνως καθ' ἡσυχίαν διά γειν ἐν εἰρηνεύοντι βίῳ, πόρρω τοῦ καθεστῶτος ἂν ἦν ἑκουσίως ἐπιταράσσειν τὴν ἡσυχίαν, αὐθαίρετον ἐκ προ 2.1.8 κλήσεως πόλεμον καθ' ἡμῶν αὐτῶν ἐπεγείροντας. ἐπεὶ δὲ πολιορκεῖται μὲν ἡ πόλις τοῦ θεοῦ, ἡ ἐκκλησία, κατα σείεται δὲ τὸ μέγα τεῖχος τῆς πίστεως τοῖς μηχανήμασι τῆς αἱρέσεως ἐν κύκλῳ περιδονούμενον, κίνδυνος δὲ οὐ μικρὸς αἰχμάλωτον οἴχεσθαι παρὰ τῆς τῶν δαιμόνων ἐπι στρατείας ἀνάρπαστον τὸν λόγον τοῦ κυρίου γενόμενον, διὰ τοῦτο φοβερὸν εἶναι κρίνας τὸ μὴ συμμετασχεῖν τῆς τῶν Χριστιανῶν ἀγωνίας οὐκ ἐπὶ τὴν ἡσυχίαν ἀπέκλινα, προτι μοτέρους δὲ μᾶλλον ἐποιησάμην τοὺς ἐκ τῶν πόνων ἱδρῶτας τῆς ἐκ τοῦ ἡσυχάζειν ἀνέσεως, εἰδὼς ἀκριβῶς ὅτι ὥσπερ τὸν μισθὸν λήψεται, καθώς φησιν ὁ ἀπόστολος, κατὰ τὸν ἴδιον κόπον