87
τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατήρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο. 4.3.8 ἀγενήτου τοιγαροῦν καὶ ἀϊδίου φωτὸς ὄντος ἑνός, πῶς ἂν γένοιτο ἀλλοία τις εἰκών, οὐχὶ δὲ καὶ αὐγή, οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς τῷ πρωτοτύπῳ σῴζουσα; πῶς δ' ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκών, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα, ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ' ἑνὸς εἶναι τοῦ ἀϊδίου φωτὸς ἓν τὸ τέλειον, ἀλλ' οὐ διάφορα καὶ πολλά, τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρχον καὶ ἀγένητον οὐσίαν θεολογούμενον τέλειον ἀγαθόν. 4.3.9 ἕνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι. Καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προϊούσης οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν ἀλλ' οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεός, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστησαμένου, μίαν ταύτην ἀλλ' οὐ πλείους ἐπινοεῖν θέμις. 4.3.10 τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης, εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ παρεισακτέον. «ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής». 4.3.11 ἐξ εὐώδους μέντοι σώματος, μύρου τινὸς φέρε ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων ἀνθῶν τε καὶ ἀρωμάτων, εὐώδης τις πνοὴ παρὰ τὸ πρῶτον ὑποκείμενον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται καὶ πληροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μείωσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προϋποκειμένου. 4.3.12 τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μένοντος καὶ τὴν ταυτότητα πρὸς ἑαυτὸ σώζοντος τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες, οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεννήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται. πλὴν ἀλλ' ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως. 4.3.13 τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας, ἐπέκεινα παντὸς ὄντα παραδείγματος, οὐδὲν μὲν οἷον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννητόν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ' ἐξ ἀγεννήτου πατρός, μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν, ἐξ αἰῶνος μᾶλλον δὲ πρὸ πάντων αἰώνων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. «τὴν γενεὰν γὰρ αὐτοῦ», φησίν, «τίς διηγήσεται»; καὶ ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὕτως καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ. 4.4.1 Πλὴν ἀλλ' ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ παναγάθῳ πατρὶ τῆς τῶν γενητῶν ἁπάντων δημιουργίας προϋφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἕνα, ὥσπερ τι ἓν καὶ μέγα σῶμα, ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλεσθαι, ..., οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς, τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ, ἡγουμένην δὲ καὶ προϋπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν. 4.4.2 διὸ δὴ καὶ ἔφαμεν αὐτὸν πρῶτον πάντων ὑπὸ τοῦ πατρὸς οἷόν τι μονοειδὲς πάσης οὐσίας καὶ φύσεως προβεβλῆσθαι ὄργανον ἔμψυχον καὶ ζῶν, μᾶλλον δ' ἔνθεον καὶ ζωοποιὸν καὶ πάνσοφον, ἀγαθῶν γεννητικόν, φωτὸς χορηγόν, οὐρανοῦ δημιουργικόν, κόσμου κατασκευαστικόν, ἀγγέλων ποιητικόν, πνευμάτων ἀρχοντικόν, ὄργανον ψυχῶν