87
ἕκαστος, οὕτω πάντως καὶ τὴν τιμωρίαν ἐπὶ 2.1.9 τῇ τῶν κατὰ δύναμιν πόνων ὀλιγωρίᾳ. διὰ τοῦτο καὶ τὴν πρώτην τοῦ λόγου μάχην εὐθαρσῶς ὑπέστην, ἐκ τοῦ ποι μενικοῦ καδδίου, τουτέστιν ἐκ τῶν ἐκκλησιαστικῶν δογμάτων, τοὺς ἀκατασκεύους τούτους καὶ αὐτοφυεῖς λόγους εἰς ἀνα τροπὴν τῆς βλασφημίας ἀφεὶς καὶ οὐδεμιᾶς τῆς ἐκ τῶν ἔξωθεν λόγων ὁπλίσεως ἐπὶ τὸν ἀγῶνα προσδεηθείς, καὶ νῦν πρὸς τοὺς δευτέρους τῶν ἀγώνων οὐκ ἀναδύομαι, τὴν ἐλπίδα θέμενος κατὰ τὸν μέγαν ∆αβὶδ ἐπὶ τὸν διδάσκοντα χεῖρας εἰς παράταξιν καὶ δακτύλους εἰς πόλεμον, εἴ πως γένοιτο καὶ ἡμῖν ἐκ θείας δυνάμεως εὐθυνθῆναι μὲν τὴν γράφουσαν χεῖρα πρὸς τὴν τῶν αἱρετικῶν δογμάτων ἀναί ρεσιν, ὑπηρετῆσαι δὲ τοὺς δακτύλους τῇ ἀνατροπῇ τῆς πο νηρᾶς παρατάξεως, ἐμπείρως καὶ ἀγωνιστικῶς διατιθέντας κατὰ τῶν πολεμίων τὸν λόγον. ὥσπερ δὲ ἐπὶ τῶν ἀνθρω πίνων πολέμων οἱ μὲν ἀνδρείᾳ τε καὶ δυνάμει τῶν λοιπῶν 2.1.10 διαφέροντες, καὶ κατησφαλισμένοι τοῖς ὅπλοις καὶ ταῖς πρὸς τοὺς κινδύνους μελέταις τὴν τοῦ πολεμεῖν ἐμπειρίαν προσειλη φότες ἐπὶ τοῦ μετώπου τῆς φάλαγγος ἵστανται τῶν κατὰ τὸ βάθος ἐπιτεταγμένων προκινδυνεύοντες, ὁ δὲ λοιπὸς ὅμιλος εἰς μόνην φαντασίαν πλήθους συντείνοντες αὐτῷ τῷ συνασπισμῷ δοκοῦσί τι κέρδος τῷ κοινῷ συνεισφέρειν, οὕτως καὶ ἐπὶ τῶν ἡμετέρων ἀγώνων ὁ μὲν γενναῖος τοῦ Χριστοῦ στρατιώτης καὶ σφοδρὸς κατὰ τῶν ἀλλοφύλων ἀγωνιστής, ὁ μέγας τοῦ πνεύματος ὁπλίτης Βασίλειος, ὁ τὴν ἀποστολικὴν πανοπλίαν ἐνδεδυκὼς καὶ τῷ θυρεῷ κατησφαλισμένος τῆς πίστεως τό τε ἀμυντήριον ὅπλον, τὴν τοῦ πνεύματος λέγω μάχαιραν, ἀεὶ προβαλλόμενος, οὗτος μὲν προπολεμεῖ τῆς τοῦ κυρίου στρατιᾶς ἐν τῷ πονηθέντι κατὰ τῆς αἱρέσεως λόγῳ ζῶν τε καὶ ἀμυνόμενος καὶ κατὰ τῶν ἐχθρῶν ἀρι στεύων, ἡμεῖς δὲ τὸ πλῆθος τῷ θυρεῷ τοῦ προμάχου τῆς πίστεως ἑαυτοὺς ὑποκρύψαντες, καθ' ὅπερ ἂν προηγῆται πρὸς τοὺς ἐναντίους ὁ στρατηγός, τῶν κατὰ δύναμιν ἀγώνων οὐκ ἀφεξόμεθα. 2.1.11 Ἐπειδὴ τοίνυν διελέγχων ἐκεῖνος τὴν ἠπατημένην τῆς αἱρέσεως καὶ ἀνυπόστατον φαντασίαν οὐδαμῶς ἄλλως τὴν προσηγορίαν τῆς ἀγεννησίας ἢ κατ' ἐπίνοιάν φησιν ἐπιλέγε σθαι τῷ θεῷ καὶ τὰς ἀποδείξεις ἐπήγαγε ταῖς τε κοιναῖς ἐννοίαις καὶ ταῖς γραφικαῖς μαρτυρίαις ἠσφαλισμένας, ὁ δὲ τῆς ἀπάτης εὑρετὴς Εὐνόμιος οὔτε συντίθεται τοῖς εἰρη μένοις οὔτε ἀνατρέπειν δυνατῶς ἔχει, συνεχόμενος δὲ πρὸς τὴν ἀλήθειαν, ὅσῳ τηλαυγέστερον διαλάμπει τῆς εὐσεβείας τὸ δόγμα, τοσούτῳ μᾶλλον κατὰ τὰ νυκτινόμα τῶν ζῴων πρὸς τὸ φῶς ἀμβλυώττων καὶ οὐδὲ τὰς συνήθεις τῶν σο φισμάτων καταδύσεις εὑρίσκων μάτην διαπλανᾶται καὶ πρὸς τὸ τοῦ ψεύδους ἀδιεξόδευτον εἰσιὼν περὶ τὰ αὐτὰ συνειλεῖται καὶ πᾶς αὐτῷ σχεδὸν περὶ τὴν φλυαρίαν ταύτην ὁ δεύτερος κατησχόληται πόνος, διὰ τοῦτο καλῶς ἔχει καὶ ἡμῖν ἐν τούτῳ γενέσθαι τὴν πρὸς τοὺς ἀντιτεταγμένους μάχην, ἐν ᾧ καὶ ὁ πρόμαχος ἡμῶν διὰ τοῦ ἰδίου καθηγήσατο λόγου. 2.1.12 πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ' ὁδὸν ἡμῖν ἡ τῶν προκειμένων ἐξέτασις. ἔστι τοίνυν τὸ κεφάλαιον τῆς τῶν Χριστιανῶν εὐσεβείας τὸ πιστεύειν τὸν μονογενῆ θεόν, ὅς ἐστιν ἀλήθεια καὶ φῶς ἀληθινὸν καὶ δύναμις θεοῦ καὶ ζωή, ἀληθῶς πάντα εἶναι ἃ λέγεται, τά τε ἄλλα καὶ πρὸ τῶν ἄλλων ταῦτα· θεὸν καὶ ἀλήθειαν, τουτέστι θεὸν κατὰ ἀλήθειαν ἀεὶ ὄντα ὅπερ νοεῖται καὶ ὀνομάζεται καὶ οὔτε ποτὲ μὴ ὄντα οὔτε ποτὲ μὴ ἐσόμενον, οὗ τὸ εἶναι ὅ τι ποτὲ κατ' οὐσίαν ἐστὶ πᾶσαν ἐκφεύγει καταληπτικὴν ἔφοδον 2.1.13 καὶ πολυπραγμοσύνην· ἡμῖν δέ, καθώς πού φησι τῆς σο φίας ὁ λόγος, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων κατά τινα τῶν γινωσκομένων ἀναλογίαν εἰς γνῶσιν ἔρχεται τοῦ εἶναι, μόνον τὴν πίστιν διὰ τῶν ἐνεργειῶν, οὐ τὴν γνῶσιν 2.1.14 τοῦ τί ἐστι χαριζόμενος. ταύτης τοίνυν τῆς διανοίας παρὰ πᾶσι τοῖς Χριστιανοῖς κεκρατηκυίας τοῖς γε τῆς ἐπωνυμίας ταύτης ἀληθῶς ἀξίοις, ἐκείνοις φημὶ οἳ προσκυνεῖν παρὰ τοῦ νόμου μεμαθηκότες μηδέν, ὃ μὴ ἔστιν ἀληθινὸς θεός, αὐτῷ τῷ προσκυνεῖν τὸν μονογενῆ θεὸν ὁμολογοῦσιν ἐν ἀλη θείᾳ καὶ οὐ ψευδώνυμον εἶναι θεόν, ἦλθεν ἡ φθοροποιὸς ἐρυσίβη τῆς ἐκκλησίας ἡ ἀχρειοῦσα τὰ εὐσεβῆ τῆς πίστεως σπέρματα, ἡ τῆς Ἰουδαϊκῆς ἀπάτης συνήγορος, ἔχουσά τι 2.1.15 καὶ τῆς Ἑλληνικῆς ἀθεΐας. τῷ μὲν γὰρ κτιστὸν ἀναπλάσ σειν θεὸν τῆς τῶν Ἑλλήνων ἀπάτης συνήγορος γίνεται, τῷ δὲ μὴ παραδέχεσθαι τὸν υἱὸν τὴν Ἰουδαϊκὴν συνίστησι πλάνην. αὕτη τοίνυν ἡ αἵρεσις ἡ παραγραφομένη τὴν ἀλη θινὴν τοῦ κυρίου θεότητα καὶ κατασκευάζουσα κτιστὸν αὐτὸν εἶναι δεῖν ὑπολαμβάνειν, καὶ μὴ ἐκεῖνο ὅπερ κατ' οὐσίαν καὶ δύναμιν καὶ ἀξίαν ἐστὶν ὁ πατήρ, ἐπειδὴ παντα χόθεν τῆς ἀληθείας