1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

88

σωτήριον, σωμάτων αὐξητικόν, πάντων προνοητικόν, κυβερνητικὸν θεραπευτικὸν βασιλικὸν κριτικόν, πατρὸς εὐσεβείας ἀπαγγελτικόν. 4.5.1 ∆ιὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ' οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»· 4.5.2 ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ «πάντα δι' αὐτοῦ» οὐ μόνον ἐν ἀρχαῖς τῶν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, «καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, «ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν», «ἐξ αὐτοῦ» γὰρ καὶ «δι' αὐτοῦ» ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις, εἴτε ῥυθμὸς εἴτε κάλλος εἴτε ἁρμονία εἴτε τάξις εἴτε σύγκρασις εἴτε οὐσία εἴτε ποιότης εἴτε μέγεθος, πάντα εἷς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων. 4.5.4 ὡς γὰρ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορά, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημιουργός οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν, οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ' εἶδος δημιουργός. 4.5.5 καὶ οὐκ ἄλλη μὲν πυρὸς ἑτέρα δ' ὕδατος καὶ γῆς πάλιν ἄλλη καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων «τεχνῖτις» «σοφία», καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ θεοῦ λόγος. 4.5.6 μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελφὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπελέγχουσα. γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ' ὑδάτων ὀχουμένη, καὶ μὴ τῷ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος δ' ἀεὶ φερομένη καὶ μὴ καταδυομένη, θεοῦ λόγῳ καὶ θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ. 4.5.7 ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοινωνία μηδὲν φθόρον ἐπιδεικνυμένη, μηδ' ἀθρόως τὸ πᾶν ἐπιλιμνάζουσα, νεύματι δ' ἀρρήτῳ θεοῦ πεπεδημένη, ἕνα πάλιν καὶ τὸν αὐτὸν λόγον τοῦ θεοῦ παρίστησιν. 4.5.8 τί δέ; τὸ πῦρ, καίτοι καυστικῆς καὶ φθαρτικῆς φύσεως, ἔπειτα ξύλοις φωλεῦον καὶ παντοίοις ζῴων σώμασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνεστοιχειωμένον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσιν τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ' οἰκείας δυνάμεως ἐπιλελησμένον, οὔ σοι δοκεῖ πάλιν θεοῦ λόγῳ καὶ δυνάμει δουλεύειν; ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις, ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις τοτὲ δὲ μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ἄστρων τε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελήνης τροπάς, συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάντων, καὶ κόσμον ἕνα τούτων ἐξ ἁπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ λόγον ὡς ἀληθῶς θεοῦ καὶ θεοῦ σοφίαν καὶ θεοῦ δύναμιν, καὶ ταύτην μίαν ἀλλ' οὐ πολλὰς ἀνυμνεῖν; 4.5.9 Ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ' ἂν δημιουργός, ᾗ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο· καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ' ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει, καὶ ἰατρικῆς ἔν τε μαθήμασιν καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνάμεις διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν. 4.5.10 εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθήσει ζῴου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ