88
περιλαμπούσης οὐδεμίαν ἔχει κατα σκευὴν τὰ ζοφώδη ταῦτα νοήματα, πάντων τῶν ὀνομάτων ὑπεριδόντες τῶν εἰς θεοπρεπῆ τινα δοξολογίαν παρὰ τῆς γραφῆς εὑρεθέντων, ὁμοίως ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ λεγομένων, ἦλθον ἐπὶ τὸ τῆς 20ἀγεννησίας20 ὄνομα τὸ παρ' αὐτῶν τούτων ἐπὶ ἀθετήσει τῆς μεγαλειότητος τοῦ μονο 2.1.16 γενοῦς θεοῦ συμπεπλασμένον. τῆς γὰρ εὐσεβοῦς ὁμολογίας τὴν εἰς τὸν μονογενῆ θεὸν πίστιν δογματιζούσης, Ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα, πάσας οὗτοι τὰς εὐσεβεῖς φωνὰς αἷς ἡ τοῦ υἱοῦ μεγαλειότης ὁμοτίμως πρὸς τὴν τοῦ πατρὸς ἀξίαν διασημαίνεται παρωσάμενοι ἐντεῦθεν ἑαυτοῖς τῆς ἀθέου περὶ τὸ δόγμα παρανομίας τὰς ἀρχὰς 2.1.17 καὶ τὰς ὑποθέσεις ἐπινοοῦσιν. ἐπειδὴ γὰρ ὁ μονογενὴς θεός, ὡς ἡ τοῦ εὐαγγελίου διδάσκει φωνή, ἐκ τοῦ πατρὸς ἐξῆλθε καὶ παρ' αὐτοῦ ἐστιν, ἄλλοις ὀνόμασι τὴν διάνοιαν ταύτην μεταλαβόντες δι' ἐκείνων τὴν ἀληθῆ πίστιν κατα 2.1.18 σπαράσσουσι. τὸ γὰρ μὴ ἔκ τινος ὑπερκειμένης αἰτίας εἶναι τὸν πατέρα τῆς ἀληθείας διδασκούσης, οὗτοι ἀγεννη σίαν ὠνόμασαν τὸ τοιοῦτον νόημα, καὶ τὴν ἐκ πατρὸς τοῦ μονογενοῦς ὑπόστασιν τῷ τῆς 20γεννήσεως20 διασημαίνουσι ῥήματι, εἶτα συνθέντες τὰς δύο φωνὰς τὴν 20ἀγεννησίαν20 τε καὶ τὴν 20γέννησιν20 ἀντιφατικῶς ἐναντιουμένας ἀλλήλαις ἐντεῦθεν τοὺς ἀνοήτους τῶν ἑπομένων αὐτοῖς παρακρούονται· τὸ γὰρ "1ἐγεννήθη"2 καὶ "1οὐκ ἐγεννήθη"2 ὡς ἄν τις ὑπο δείγματι σαφηνίσειε, τοιοῦτόν ἐστιν οἷον καὶ τὸ "1κάθηται"2 2.1.19 καὶ "1οὐ κάθηται"2 καὶ ὅσα τῷ τοιούτῳ λέγεται τρόπῳ. οἱ δὲ τῆς κατὰ φύσιν τῶν ῥημάτων ἐμφάσεως τὰς φωνὰς ταύτας παρακινήσαντες ἄλλην αὐτοῖς ἐφαρμόζειν διάνοιαν ἐπὶ καθαιρέσει τῆς εὐσεβείας φιλονεικοῦσιν. οὐκ ἰσοδυνα μούσης γάρ, καθὼς εἴρηται, τῆς τῶν ῥημάτων σημασίας τοῦ κάθηται καὶ οὐ κάθηται (ἀναιρεῖται γάρ πως ἐν θα τέρῳ τῶν σημαινομένων τὸ ἕτερον) ταύτην τὴν περὶ τὸ σχῆμα τῆς προφορᾶς ἐναντίωσιν τῆς κατὰ τὴν οὐσίαν παρ αλλαγῆς ἐνδεικτικὴν εἶναι σοφίζονται, τῷ μὲν τὴν γέννησιν 2.1.20 τῷ δὲ τὴν μὴ γέννησιν οὐσίαν εἶναι διοριζόμενοι. καίτοι ὥσπερ οὐκ ἔστιν οὐσίαν ἀνθρώπου νομίσαι τὸ καθῆσθαι ἢ μὴ καθῆσθαι τὸν ἄνθρωπον (οὐ γὰρ τὸν αὐτὸν ἄν τις ἀποδοίη λόγον καθέδραν τε ἀνθρώπου καὶ ἄνθρωπον αὐτὸν ὁριζόμενος), οὕτως ἡ μὴ γεννηθεῖσα οὐσία κατὰ τὴν ἀνα λογίαν τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἄλλο τι πάντως ἐστὶ τῷ ἰδίῳ λόγῳ πρὸς τὸ ἐκ τοῦ μὴ γεννηθῆναι δηλού 2.1.21 μενον. ἀλλ' οὗτοι πρὸς τὸν πονηρὸν ἐκεῖνον σκοπὸν ἀφο ρῶντες, ὡς ἂν μάλιστα τῆς τοῦ μονογενοῦς θεότητος ἡ ἄρνησις αὐτοῖς κυρωθείη, οὐχὶ τὴν οὐσίαν τοῦ πατρὸς ἀγεννήτως εἶναί φασιν, ἀλλ' ἀναστρέψαντες τὸν λόγον οὐσίαν τὴν ἀγεννησίαν ὁρίζονται, ἵνα τῇ πρὸς τὸ γεννητὸν ἀντι διαστολῇ τὸ τῆς φύσεως παρηλλαγμένον διὰ τῆς ἐναντιώ 2.1.22 σεως τῶν ὀνομάτων κατασκευάσωσι. καὶ πρὸς μὲν τὴν ἀσέ βειαν μυρίοις ὀφθαλμοῖς βλέπουσι, πρὸς δὲ τὸ ἀμήχανον τῆς περὶ τοῦτο σπουδῆς ὡς μεμυκότες τὰ ὄμματα τῆς ψυχῆς ἀμβλυώττουσι. τίς γὰρ μὴ παντάπασι λημῶν τὰ τῆς ψυχῆς αἰσθητήρια οὐ διορᾷ τῆς τοῦ δόγματος αὐτῶν ἀρχῆς τὸ ἀπαγὲς καὶ ἀσύστατον καὶ ὡς ἐπ' οὐδενὸς βέ βηκεν αὐτοῖς ὁ λόγος ὁ τὴν ἀγεννησίαν οὐσίαν ποιῶν; οὑτωσὶ γὰρ αὐτοῖς ἡ ἀπάτη κατασκευάζεται. λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον. 2.1.23 Φασὶν 20ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁ πλοῦν δὲ εἶναι τῇ φύσει τὸ θεῖον, τὸ δὲ ἁπλοῦν μηδεμίαν ἐπιδέχεσθαι σύνθεσιν· εἰ οὖν ἀσύν θετος κατὰ τὴν φύσιν ἐστὶν ὁ θεός, ᾧ τὸ τοῦ ἀγεννήτου ἔπεστιν ὄνομα, αὐτῆς ἂν εἴη τῆς φύ σεως ὄνομα τὸ ἀγέννητον, καὶ ἔστιν οὐδὲν ἕτε 2.1.24 ρον ἢ ἀγεννησία ἡ φύσις20. πρὸς οὓς τοῦτό φαμεν, ὅτι ἕτερον τοῦ 20ἀσυνθέτου20 καὶ ἕτερον τοῦ 20ἀγεννήτου20 τὸ σημαινόμενον. τὸ μὲν γὰρ τὴν ἁπλότητα τοῦ ὑποκειμένου, τὸ δὲ τὸ μὴ ἐξ αἰτίας εἶναι παρίστησι, καὶ οὐκ ἐπαλλάσ σονται πρὸς ἀλλήλας αἱ τῶν ὀνομάτων ἐμφάσεις, κἂν περὶ τὸ ἓν ἀμφότερα λέγηται. ἀλλ' ἐκ μὲν τῆς τοῦ ἀγεννήτου προσηγορίας τὸ ἄνευ αἰτίας εἶναι τὸν οὕτως ὠνομασμένον ἐμάθομεν, ἐκ δὲ τῆς τοῦ ἁπλοῦ τὸ καθαρεύειν συνθέσεως· 2.1.25 οὐδέτερον δὲ τούτων ἀντὶ τοῦ ἄλλου λέγεται. οὔκουν οὐ δεμίαν ἀνάγκην ἔχει, ἐπειδὴ ἁπλοῦν ἐστι τῇ φύσει τὸ θεῖον, ἀγεννησίαν αὐτοῦ τὴν φύσιν κατονομάζεσθαι· ἀλλὰ καθ' ὃ μὲν ἀμερής ἐστι καὶ ἀσύνθετος, ἁπλοῦς λέγεται, καθ' ὃ δὲ οὐκ ἐγεννήθη, ἀγέννητος. εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ' ἡ ἁπλότης ἀντεισ έρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατὰ τὸν λόγον τῆς αἱρέσεως λέγοιτο, διότι ἁπλοῦς ἐστι καὶ ἀσύνθετος, μία δὲ τοῦ ἁπλοῦ τε καὶ ἀγεν νήτου ἡ σημασία, καὶ ἡ τοῦ υἱοῦ ἁπλότης 20ἀγεννησία20 2.1.26 πάντως ὀνομασθήσεται. ἁπλοῦν γὰρ εἶναι τῇ φύσει καὶ τὸν