89
ὀφθαλμοὺς πάλιν ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ, ἆρα, ἐπεὶ πολλὰ σχήματα καὶ μέλη καὶ μέρη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν, ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον; 4.5.11 τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντός κόσμου, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεούς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καὶ τοῖς πᾶσιν ποικίλην τὴν ἐξ αὐτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτά, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησιν, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, 4.5.12 καὶ πυρὸς φύσις χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τὰ τοσαῦτα κατεργαζομένη. Ταύτῃ τοι καὶ ὁ οὐράνιος τοῦ θεοῦ λόγος, ὁ καὶ ἡλίου καὶ οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργικός, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀενάου δυνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ' ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν οὐσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς, καλοῦ κἀγαθοῦ παντός, ἐκ τῶν παρ' αὐτοῦ θησαυρῶν ἐμπίμπλησιν μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ, καὶ στοιχείοις οὐσίας οὔ ποτε διαλιμπάνει παρέχων, καὶ μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα ποιότητάς τε μυρίας ἔν τε ζῴοις καὶ φυτοῖς καὶ ψυχαῖς καὶ σώμασιν λογικοῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε παριστὰς τοῖς πᾶσι καὶ διαρρήδην ἕνα κόσμον ἐπιδείκνυσιν ἑνὸς λόγου κοσμοποιοῦ ἔργον. 4.5.13 τοιοῦτον δὴ καλλιτέχνην υἱὸν μονογενῆ τῆς αὐτοῦ βουλῆς καὶ δημιουργὸν ἁπάντων ὁ ἀνωτάτω καὶ αὐτοῦ δημιουργοῦ θεὸς καὶ πατὴρ πρῶτον ἁπάντων ἐγέννα, δι' αὐτοῦ καὶ ἐν αὐτῷ τοὺς τῶν μελλόντων ἔσεσθαι δημιουργικοὺς λόγους ὑφιστάμενος, καὶ τὰ σπέρματά γε τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως ἐν αὐτῷ καταβαλλόμενος. 4.5.14 οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὃν οὐρανὸς εἷς περιλαμβάνει, μυρίας τε ἀμφὶ τοῦτον χορείας καὶ ἄστρων περιπολεύσεις; πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς. 4.5.15 οὕτω δῆτα ἑνὸς ὄντος πατρὸς ἕνα χρῆν καὶ τὸν υἱὸν εἶναι. εἰ δ' ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον, ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄττα, αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος. 4.6.1 Ταύτῃ δ' οὖν ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας, μυρίους ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος λόγος· ἐπεὶ καὶ χρῆν ἕνα εἶναι τὸν ἐπὶ πᾶσιν καθόλου νόμον καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφερὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσῴζοιτο, κατά τε τὴν ἀρετήν, κατά τε τὴν δύναμιν καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμόν. πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου τῆς τῶν γενητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας, 4.6.2 μυρίαις τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις μεταβολαῖς δι' οἰκείαν