89
μονογενῆ θεὸν οὐκ ἀρνήσονται, εἰ μὴ ἄρα καὶ τὸ θεὸν εἶναι αὐτὸν ἀρνήσαιντο. οὐκοῦν οὐδεμίαν κατὰ τὸ σημαι νόμενον κοινωνίαν ἡ ἁπλότης πρὸς τὸ ἀγέννητον ἕξει, ὡς διὰ τὸ ἀσύνθετον ἀγεννησίαν τὴν φύσιν λέγεσθαι, ἵνα μὴ δυοῖν ἀτόποιν τὸ ἕτερον καθ' ἑαυτῶν ἐπισπάσωνται, ἢ ἀρ νούμενοι τοῦ μονογενοῦς τὴν θεότητα ἢ κἀκείνῳ τὴν ἀγεν 2.1.27 νησίαν ἐπιφημίζοντες. ἐπεὶ γὰρ ἁπλοῦν μὲν τῇ φύσει τὸ θεῖον, ὄνομα δὲ κατ' αὐτοὺς τῆς ἁπλότητός ἐστι τὸ ἀγέν νητον, ἢ σύνθετον εἶναι τὸν υἱὸν κατασκευάσουσιν, ᾧ τὸ μηδὲ θεὸν εἶναι συναποδείκνυται, ἢ εἰ ὁμολογοῖεν ἐπ' αὐτοῦ τὴν θεότητα, ἁπλοῦν δὲ καθὼς εἴρηται τὸ θεῖόν ἐστι, τὸν αὐτὸν καὶ ἀγέννητον διὰ τὴν ἁπλότητα πάντως εἶναι κατα σκευάσουσιν, εἴπερ ἡ ἁπλότης ταὐτὸν τῇ ἀγεννησίᾳ νομί ζεται. ὡς δ' ἂν σαφέστερον τὸ λεγόμενον γένοιτο, πάλιν τὸ ῥηθὲν ἀναλήψομαι. 2.1.28 Ἡμεῖς τοῦτό φαμεν, ὅτι ἑκατέρῳ τῶν ὀνομάτων ἴδιόν τι τὸ σημαινόμενον ὕπεστι καὶ οὔτε τῷ ἀγεννήτῳ τὸ ἀμερὲς ἑρμηνεύεται οὔτε τῷ ἁπλῷ τὸ ἀγέννητον· ἀλλ' ἐν μὲν τῷ ἁπλῷ τὸ ἀσύνθετον ἐνοήσαμεν, ἐν δὲ τῷ ἀγεννήτῳ τὸ μὴ 2.1.29 ἐξ αἰτίας εἶναί τινος ἐδιδάχθημεν. τὸν δὲ υἱὸν ἐκ θεοῦ θεὸν ὄντα καὶ αὐτὸν ἁπλοῦν πιστεύειν οἰόμεθα δεῖν διὰ τὸ πάσης συνθέσεως καθαρεύειν τὸ θεῖον καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτου μήτε διὰ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν ἁπλότητα τῆς οὐσίας σημαίνειν μήτ' αὖ τῇ ἁπλότητι παριστᾶν τὸ τοῦ υἱοῦ σημαινόμενον, ἀλλ' ἐκ τούτου μὲν τὴν ἐκ τοῦ πατρὸς ὑπόστασιν φανεροῦσθαι, ἐκ δὲ τοῦ ἁπλοῦ ὅπερ ἐμφαίνει ἡ τοιαύτη φωνή. ἐπεὶ οὖν ὁ μὲν τῆς κατ' οὐσίαν ἁπλότητος λόγος εἷς καὶ ὁ αὐτὸς κἂν ἐπὶ πατρὸς λέγηται κἂν ἐπὶ υἱοῦ, οὔτε ὑφέσει τινὶ οὔτε πλεονασμῷ διαλλάσσων, τὸ δὲ γεννητὸν τῷ ἀγεννήτῳ πολλὴν κατὰ τὸ σημαινόμενον τὴν διαφορὰν ἔχει (τοῦτο γὰρ ἔστιν ἐν τῷ ἑτέρῳ τῶν ὀνομάτων νοῆσαι, ὃ ἐν τῷ ἄλλῳ οὐκ ἔστι), διὰ τοῦτό φαμεν μηδεμίαν ἀνάγκην εἶναι ἀγεννήτου ὄντος τοῦ πατρός, ἐπειδὴ ἁπλῆ ἐστιν αὐτοῦ ἡ οὐσία, 20ἀγεννησίαν20 2.1.30 λέγεσθαι αὐτοῦ τὴν οὐσίαν. οὐδὲ γὰρ ἁπλοῦ ὄντος τοῦ υἱοῦ, τοῦ αὐτοῦ καὶ γεννητοῦ εἶναι πεπιστευμένου, ἁπλότητα λέγομεν τὴν οὐσίαν, ἀλλ' ὥσπερ ἁπλῆ ἐστιν ἡ οὐσία καὶ οὐχ ἁπλότης, οὕτω καὶ ἀγέννητός ἐστιν ἡ οὐσία καὶ οὐκ 20ἀγεννησία20. τὸν αὐτὸν τρόπον γεννητοῦ ὄντος καὶ τοῦ υἱοῦ, πάσης ἀνάγκης ὁ λόγος κεχώρισται, ἐπειδὴ ἁπλῆ αὐτοῦ ἐστιν ἡ οὐσία, γέννησιν αὐτοῦ τὴν οὐσίαν ὁρί ζεσθαι, ἀλλὰ καὶ ἐνταῦθα ἰδίαν ἔμφασιν ἑκάτερα τῶν ὀνο μάτων ἔχει· ἥ τε γὰρ τοῦ γεννητοῦ προσηγορία τὸ ἔκ τινός σοι παρίστησι καὶ τὸ ἁπλοῦν τὸ ἀπηλλάχθαι συνθέσεως. 2.1.31 ἀλλ' οὐ ταῦτα κἀκείνοις δοκεῖ· βούλονται γάρ, ἐπειδὴ ἁπλῆ ἐστιν τοῦ πατρὸς ἡ οὐσία, μὴ ἄλλο τι ἢ ἀγεννησίαν αὐτὴν εἶναι νομίζεσθαι, διότι καὶ ἀγέννητος λέγεται. πρὸς οὓς καὶ τοῦτο ἔστιν εἰπεῖν ὅτι, ἐπειδὴ καὶ κτίστην τὸν πατέρα καὶ δημιουργὸν ὀνομάζουσιν, ἁπλοῦς δὲ κατ' οὐσίαν ἐστὶν ὁ ταῦτα ὀνομαζόμενος, ὥρα τοῖς σοφοῖς τούτοις "1κτίσιν"2 καὶ "1δημιουργίαν"2 τὴν οὐσίαν τοῦ πατρὸς ἀποφαίνεσθαι, ἐπείπερ πᾶσαν σημασίαν τοῦ περὶ αὐτὸν λεγομένου ὀνόματος ὁ τῆς 2.1.32 ἁπλότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγει. ἢ τοίνυν χωρισά τωσαν τοῦ ὁρισμοῦ τῆς θείας οὐσίας τὴν ἀγεννησίαν ἐπὶ μόνης τῆς ἰδίας ἐμφάσεως μένουσαν ἤ, εἴπερ διὰ τὴν ἁπλό τητα τοῦ ὑποκειμένου τῇ ἀγεννησίᾳ τὴν οὐσίαν ὁρίζοιντο, διὰ τὴν αὐτὴν αἰτίαν καὶ τὴν κτίσιν καὶ τὴν δημιουργίαν τῇ τοῦ πατρὸς οὐσίᾳ ἐνθεωρείτωσαν, ὡς οὐχὶ κτιζούσης καὶ δημιουργούσης τῆς ἐν τῇ οὐσίᾳ δυνάμεως, ἀλλ' αὐτῆς 2.1.33 τῆς δυνάμεως κτίσμα καὶ δημιούργημα νοουμένης. εἰ δὲ τοῦτο ἀποβάλλουσιν ὡς πονηρόν τε καὶ ἄτοπον, πεισθή τωσαν ἐκ τῆς ἀκολουθίας κἀκεῖνον τούτῳ συναποβάλλειν τὸν λόγον· ὡς γὰρ οὐκ ἔστι δημιούργημα ἡ τοῦ δημιουρ γοῦ οὐσία, οὕτως οὐδὲ ἀγεννησία ἡ τοῦ ἀγεννήτου οὐσία. συντομίας δὲ χάριν καὶ σαφηνείας πάλιν τὸν αὐτὸν ἐπανα λήψομαι λόγον· εἰ μὴ διὰ τὸ γεγεννῆσθαι, ἀλλὰ διὰ τὸ ἁπλῆ καὶ ἀσύνθετος οὐσία ὁ πατὴρ εἶναι ἀγέννητος λέγεται, διὰ τὴν αὐτὴν ταύτην αἰτίαν ἀγέννητος καὶ ὁ υἱὸς ὀνομα σθήσεται· οὐσία γὰρ καὶ οὗτός ἐστι μονοειδὴς καὶ ἀσύν 2.1.34 θετος. εἰ δὲ τὸν υἱόν, ἐπειδὴ ἐγεννήθη, γεννητὸν ἐξ ἀνάγ κης ὁμολογήσομεν, δῆλον ὅτι καὶ τὸν πατέρα, ἐπειδὴ οὐκ ἐγεννήθη, προσεροῦμεν ἀγέννητον. εἰ δὲ τοῦτο ἥ τε ἀλή θεια καὶ ἡ τῶν κειμένων ἀκολουθία καταναγκάζει, πρό δηλον ὅτι οὐχὶ οὐσίας ἐστὶ τὸ ἀγέννητον ὄνομα, ἀλλὰ δια φορᾶς τινος νοημάτων σημαντικὸν τῆς τὸ γεννηθὲν τοῦ μὴ γεννηθέντος διαστελλούσης. 2.1.35 Εἶτα καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ τὸ ἀγέννητον ὄνομά φασι τὴν οὐσίαν σημαίνειν καὶ μὴ τὸ ἄνευ αἰτίας τὴν ὑπόστασιν ἔχειν, ποίῳ ὀνόματι τὸ ἄνευ αἰτίας εἶναι τὸν πατέρα συστήσουσι, τῆς ἀγεννησίας εἰς τὴν 2.1.36 τῆς οὐσίας ἔνδειξιν παρ' αὐτῶν ἀποτεταγμένης; εἰ γὰρ μὴ τὴν διασταλτικὴν τῶν ὑποστάσεων διαφορὰν διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς