1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

90

ἀσθένειαν ὑποκεισομένης, τῆς τε ἀνωτάτω τοῦ πατρὸς δυνάμεως δι' ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τοῖς πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης, ἀδυνάτως τε ἑξούσης τῆς ἀγενήτου καὶ ἀχωρήτου θεότητος αὐτή γε γενητὴ οὖσα μετέχειν ἀντωπεῖν τε ἄνω καὶ ἀντιβλέπειν ταῖς ἀποστιλβούσαις τοῦ ἀϊδίου φωτὸς ἀρρήτοις μαρμαρυγαῖς, χρῆν δήπου εἰκότως τὸν πανάγαθον πατέρα καὶ σωτῆρα τῶν ὅλων, 4.6.3 ὡς ἂν μὴ παντελῶς ἡ τῶν ἄρτι γενησομένων φύσις ἔρημος οὖσα τῆς αὐτοῦ κοινωνίας τῶν μεγίστων ἀγαθῶν στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ὅπως γε μὴν συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις διά τε τὴν σφῶν ἀσθένειαν τῆς ἐκ τοῦ δευτέρου βελτιώσεώς τε καὶ ὠφελείας ἐγχρῄζουσιν, τὰς ἡλίου μαρμαρυγὰς θεᾶν, ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς ἀκράτου δυνάμεως οἵοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν. 4.6.4 εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδὲν τῶν ἐπὶ γῆς μείναι ἂν ἀδιάφθορον, πάντων συλλήβδην ἐμψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προσβολῇ διαφθαρησομένων. 4.6.5 θᾶττον γοῦν καὶ τυφλοὺς ἀπεργάσαιτ' ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμούς, βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δ' ἀφορήτως ἔχουσιν δι' οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγῆς ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος. 4.6.6 τί τοίνυν τὰ ὅμοια μανθάνων περὶ θεοῦ θαυμάζεις, οὗ δὴ καὶ ἥλιος ἔργον καὶ σύμπας ὁ οὐρανὸς καὶ κόσμος; Εἰ δὴ τῆς ἀρρήτου καὶ ἀνεκφράστου δυνάμεώς τε καὶ οὐσίας οὐδενὶ μέτεστιν τῶν ὄντων πλὴν ἑνὶ μόνῳ κοινωνίας, ὃν αὐτὸς ὁ πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστήσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γενητῶν ἀποπέσοι φύσις, δι' οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν τῆς ἀγενήτου καὶ ἀχωρήτου πατρικῆς οὐσίας διεστῶσα, μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύουσα χορηγίας, ἣν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρκῶν διαλιμπάνει, πάντη δὲ χωρῶν καὶ διὰ πάντων περιπορευόμενος πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι δι' αὐτοῦ μετείληχεν, πολύ γε μὴν πλέον διαφερόντως τῆς νοερᾶς καὶ λογικῆς φύσεως, δι' ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει γένος, ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰκειώσεώς τε καὶ συνεχείας, ᾗ καὶ «κατ' εἰκόνα» αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται. 4.6.7 Ἀλλ' ὁ μὲν τὴν εἰκόνα τὴν αὐτοῦ ὡς ἂν θεοῦ λόγος τὴν νοερὰν ἅπασαν καὶ λογικὴν ... ὑφίστησιν κατ' ἀρχὰς τῆς τοῦ παντὸς δημιουργίας, ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάντων ζῴων καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει αὐτὸν ῥοπῆς. 4.6.8 ὁ δὲ οὐ καλῶς τῇ αὐτεξουσιότητι χρησάμενος, τῆς ὀρθῆς διατραπεὶς ὁδοῦ τὴν ἐναντίαν ὡρμᾶτο, μήτε θεὸν μήτε κύριον μήτε τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλόγων πάσαις ἀνημέροις καὶ ἀκολάστοις πράξεσιν ἐγχειρῶν. 4.6.9 εἰκότα γοῦν ἑαυτῷ ποιῶν ὁ πανάγαθος καὶ παμβασιλεὺς αὐτὸς ὁ ὕψιστος καὶ θεὸς τῶν ὅλων, ὡς ἂν μὴ ἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην ἀλόγων εἶεν οἱ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητάς, ὥσπερ τινὰς ἀγελάρχας καὶ ποιμένας, θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον αὐτοῦ λόγον. 4.6.10 τούτῳ δὲ κλῆρον ἐξαίρετον, αὐτοὺς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ θείας δυνάμεις, ἄυλά τε καὶ ὑπερουράνια πνεύματα, ναὶ μὴν καὶ