90
διδασκόμεθα, ἀλλ' αὐτῆς τῆς φύσεως ἐν δεικτικὴν εἶναι τὴν φωνὴν ταύτην ὑποληψόμεθα οἷον ἀπορ ρέουσάν πως τοῦ ὑποκειμένου πράγματος καὶ διὰ τῆς τῶν συλλαβῶν ἐκφωνήσεως ἐκκαλύπτουσαν τὸ ζητούμενον, ἀνάγκη πᾶσα ἢ μὴ εἶναι τὸν θεὸν ἀγέννητον ἢ μὴ λέγεσθαι, μηδε μιᾶς φωνῆς τὴν τοιαύτην ἔμφασιν ἰδιαζόντως ἐπ' αὐτοῦ 2.1.37 παρεχομένης. τῆς γὰρ ἀγεννησίας, καθὼς οὗτοί φασιν, οὐ τὸ ἄνευ αἰτίας εἶναι διασημαινούσης, ἀλλὰ τὴν φύσιν ἐν δεικνυμένης, περιτραπήσεται πάντως αὐτοῖς πρὸς τοὐναντίον τὸ σόφισμα καὶ εὑρεθήσεται διαφεῦγον <ἐκ> τοῦ δόγματος αὐτῶν ἐπὶ τοῦ θεοῦ τὸ ἀγέννητον. μηδενὸς γὰρ ἑτέρου ῥήματος ἢ ὀνόματος τὸ μὴ γεννηθῆναι τὸν πατέρα παρι στῶντος, τοῦ δὲ ἀγεννήτου κατὰ τὴν σοφίαν αὐτῶν ἄλλο τι καὶ οὐχὶ τὸ μὴ γεγεννῆσθαι διερμηνεύοντος, οἴχεται καὶ συνερρύη πρὸς τὸν Σαβέλλιον αὐτοῖς κατολισθήσας ὁ λόγος. 2.1.38 ἀνάγκη γὰρ πᾶσα διὰ τῆς ἀκολουθίας ταύτης τὸν αὐτὸν εἶναι νομίζεσθαι τῷ υἱῷ τὸν πατέρα, τῆς κατὰ τὸ γεννητὸν καὶ ἀγέννητον διαφορᾶς ἐκ τοῦ δόγματος αὐτῶν ἐκκλα πείσης, ὥστε δυοῖν θάτερον ἢ ἀναθήσονται τὴν περὶ τοῦ ὀνόματος δόξαν ὡς διαφορὰν τῆς ἑκατέρου ἰδιότητος καὶ οὐχὶ φύσιν σημαίνοντος, ἢ παραμένοντες τοῖς ἐγνωσμένοις περὶ ταύτης τῆς φωνῆς Σαβελλίῳ συνθήσονται· οὐ γὰρ ἔστιν ὅπως ἡ τῶν ὑποστάσεων διαφορὰ τὸ ἀσύγχυτον ἕξει, μὴ τῷ 2.1.39 γεννητῷ διαστελλομένη πρὸς τὸ ἀγέννητον. ὥστε εἰ μὲν διαφορὰν σημαίνει τὸ ὄνομα, ἡ οὐσία ἔσται διὰ τῆς προση γορίας ταύτης ἀσήμαντος· ἄλλος γὰρ τῆς διαφορᾶς καὶ ἕτερος τῆς οὐσίας ὁ λόγος· εἰ δὲ πρὸς τὴν φύσιν τὴν ση μασίαν τῆς φωνῆς καθέλκουσιν, εἰς τὴν τῶν Υἱοπατόρων λεγομένων ἀπάτην ἀκολούθως ὑποσυρήσονται, τῆς κατὰ τὰς 2.1.40 ὑποστάσεις τρανώσεως ὑφαιρεθείσης τοῦ λόγου. εἰ δὲ λέ γουσι κωλύειν μηδὲν καὶ τὴν πρὸς τὸ γεννητὸν ἀντιδιαστολὴν ἐκ τῆς ἀγεννησίας σημαίνεσθαι καὶ αὐτὴν παριστᾶν τὴν οὐσίαν, διαστειλάτωσαν ἡμῖν τὰς προσφυεῖς τοῦ ὀνόματος σημασίας, ὡς δύνασθαι κυρίως ἁρμόζειν πρὸς ἑκατέραν 2.1.41 διασχισθεῖσαν τοῦ ἀγεννήτου τὴν ἔννοιαν. ἡ μὲν γὰρ τῆς διαφορᾶς ἐκ τοῦ ὀνόματος τούτου δήλωσις ἀμφιβολίαν οὐκ ἔχει, τῷ τῆς ἀντιδιαστολῆς λόγῳ συνισταμένη· ἀντὶ γὰρ τοῦ "1γεγέννηται ὁ υἱὸς"2 καὶ "1οὐ γεγέννηται ὁ πατὴρ"2 τὸν μὲν ἀγέννητον τὸν δὲ γεννητὸν λέγεσθαι κατά τινα ῥημά των παρωνυμίαν καὶ ἡμεῖς συντιθέμεθα· ἡ δὲ τῆς οὐσίας δεῖξις ἐκ ποίας διανοίας διὰ τοῦ προσρήματος τούτου σαφη νισθήσεται, εἰπεῖν οὐκ ἂν ἔχοιεν. 2.1.42 Ἀλλὰ τοῦτο σιωπήσας ὁ καινὸς θεολόγος ἑτέρους ἡμῖν φληνάφους ἐπὶ τῆς προλαβούσης λογογραφίας εἴρων διέξεισιν. 20ὅτι ἁπλοῦς20, φησίν, 20ὢν ὁ θεὸς ἀγέννητος λέγεται, διὰ τοῦτο ἀγεννησία ἐστὶν ὁ θεός20. τί κοινὸν ὁ τῆς ἁπλότητος ἔχει λόγος πρὸς τὴν τοῦ ἀγεννήτου διάνοιαν; καὶ γὰρ καὶ ὁ μονογενὴς καὶ γεννητός ἐστι καὶ ἁπλοῦς εἶναι οὐκ ἀμφιβάλλεται. 20ἀλλὰ καὶ ἀμερής20, φησί, 20καὶ ἀσύνθετος20. τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον; οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ' ὅμως οὐ διὰ 2.1.43 τοῦτο ἀγέννητος. ἀλλὰ καὶ ποσότητος, φησί, καὶ πηλικό τητος ἠλλοτρίωται. ἔστω καὶ ταῦτα. καὶ γὰρ καὶ ὁ υἱὸς ἀπεριόριστος τῷ πηλίκῳ καὶ ἄποσος καὶ ὅμως υἱός. ἀλλὰ τὸ ζητούμενον οὐ τοῦτό ἐστι. πρόκειται γὰρ ἀποδειχθῆναι κατὰ τίνα τοῦ ἀγεννήτου σημασίαν ἡ οὐσία γνωρίζεται. ὡς γὰρ ἐκ τῆς φωνῆς ταύτης ὁ τῆς τῶν ἰδιωμάτων διαφορᾶς κατελήφθη λόγος, οὕτως ἠξίουν ἀναμφίβολον εἶναι καὶ τοῦ εἶναι τὴν ἔνδειξιν ἔκ τινος τῶν σημαινομένων διὰ τῆς αὐτῆς 2.1.44 ταύτης προσηγορίας. ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ 20μὴ δεῖν κατ' ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φω ναῖς20, φησί, 20συνδιαλύεσθαι πέφυκε20. τί δὲ τῶν λε γομένων οὐχ ὁμοῦ τῷ λεχθῆναι καὶ διαλύεται; οὐ γὰρ ὥσπερ κεραμεύοντες ἢ πλινθευόμενοι κατὰ τὴν ἅπαξ γενο μένην ἐν τῷ στόματι τοῦ λόγου τύπωσιν ἀδιάλυτα φυλάσσο μεν τὰ διὰ τῆς φωνῆς προφερόμενα, ἀλλ' ὁμοῦ τε προενή νεκται διὰ τοῦ φθόγγου ὁ λόγος καὶ τὸ ῥηθὲν οὐκ ἔστι. 2.1.45 πάλιν γὰρ πρὸς τὸν ἀέρα τοῦ τῆς φωνῆς πνεύματος ἀνα χεθέντος, οὐδὲν ἴχνος τῶν εἰρημένων ἐνετυπώθη τῷ τόπῳ, ἐν ᾧ γέγονε τῆς φωνῆς ἡ ἀνάχυσις· ὥστε εἰ τούτῳ τὸν κατ' ἐπίνοιαν λόγον χαρακτηρίζει, τῷ μὴ μένειν λόγον ἀλλὰ τῇ φωνῇ τοῦ φθεγγομένου συναφανίζεσθαι, οὐκ ἂν φθάνοι πάντα λόγον ὀνομάζων ἐπίνοιαν, μηδεμιᾶς ὑποστάσεως ἐν 2.1.46 οὐδενὶ λόγῳ μετὰ τὴν προφορὰν διαμενούσης. οὐδὲ γὰρ αὐτὴν τὴν ἀγεννησίαν, ἣν ἐξαιρεῖ τῆς ἐπινοίας, ἀδιάλυτον καὶ παγίαν μετὰ τὸ προενεχθῆναι δεῖξαι δυνήσεται, τῆς προενεχθείσης διὰ τοῦ φθόγγου ῥήσεως ἐκ τοῦ στόματος ἐν τῷ ἀέρι μὴ συμμενούσης. καὶ οὕτω δ' ἄν τις μάθοι τὸ τῶν εἰρημένων ἀσύστατον, ὅτι κἂν σιωπῶντες τὰς τῆς ψυχῆς ἐννοίας ἀπογραφώμεθα, οὐ τὰ μὲν ὑφεστῶτα