91
τῶν νοημάτων τὴν διὰ τῶν γραμμάτων σημείωσιν δέξεται, τὸ δὲ ἀσύστατον ἀμοιρήσει τῆς ἐν τοῖς γράμμασι σημειώσεως· 2.1.47 ἔξεστι γὰρ πᾶν, ὅτιπερ ἂν ἐπὶ νοῦν ἔλθῃ, κἂν ὑφεστήκῃ κατὰ τὴν σύνεσιν κἂν ὡς ἑτέρως ἔχῃ, κατ' ἐξουσίαν ἐν αποθέσθαι τῷ γράμματι, ταὐτὸν δὲ εἰς φανέρωσιν διανοίας ὁ φθόγγος ἐστὶ τῷ γράμματι· ἐπίσης γὰρ δι' ἑκατέρων τὸ 2.1.48 νοηθὲν ἐξαγγέλλομεν. πρὸς τί τοίνυν ὁρῶν μόνῃ συνδιαλύει τῇ φωνῇ τὴν ἐπίνοιαν, συνιδεῖν οὐκ ἔχω. παντὸς γὰρ λόγου τοῦ διά τινος ἤχου προφερομένου τοῦ μὲν πνεύματος τοῦ τὴν φωνὴν διαπορθμεύσαντος πρὸς τὸ συγγενὲς ἡ μετα χώρησις γίνεται, ὁ δὲ τῶν ῥηθέντων νοῦς διὰ τῆς ἀκοῆς τῷ μνημονικῷ τῆς τοῦ ἀκούοντος ψυχῆς ἐγχαράσσεται, εἴτε 2.1.49 ἀληθὴς εἴτε διεσφαλμένος τύχοι. οὐκοῦν ψυχρὰν τῆς ἐπι νοίας ταύτης ὁ λογογράφος ἡμῖν τὴν ἑρμηνείαν ταύτην προ τείνεται, τῇ διαλύσει τῆς φωνῆς χαρακτηρίζων καὶ ὁριζό μενος. καὶ τούτου χάριν ὁ συνετὸς ἀκροατὴς ἐκεῖνος, καθ ώς φησιν Ἡσαΐας, παραγράφεται μὲν τὴν ἀδιανόητον ταύ την τῆς ἐπινοίας φυσιολογίαν, ὄντως διαλυτὴν αὐτὴν καὶ ἀνυπόστατον ἀποδείξας κατὰ τὸν τούτου λόγον, τεχνολογεῖ δὲ περὶ τῆς ἐγκειμένης τῇ λέξει δυνάμεως, διὰ τῶν γνωρί μων ὑποδειγμάτων τῇ περὶ τῶν δογμάτων θεωρίᾳ προσβιβά 2.1.50 ζων τὸν λόγον. πρὸς ὃν ὁ Εὐνόμιος διὰ τῆς σεμνῆς ταύ της λογογραφίας ἑαυτὸν ἀντεπαίρων ἀναλύειν ἐπιχειρεῖ τὰ περὶ τῆς ἐπινοίας διηρθρωμένα τοῦτον τὸν τρόπον. ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ' ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον. ∆όγμα κοινὸν ἐπὶ πάντων τῶν παραδεδεγμένων τὸν λόγον τῆς εὐσεβείας κεκράτηκε τὸ πᾶσαν ἐν τῷ Χριστῷ τὴν ἐλπίδα τῆς σωτηρίας δεῖν ἔχειν, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἐν ἀγαθοῖς γενέσθαι, μὴ τῆς εἰς Χριστὸν πίστεως 2.1.51 παρεχομένης τὸ σπουδαζόμενον. ταύτης δὲ τῆς διανοίας παγίως ταῖς ψυχαῖς τῶν πεπιστευκότων ἐνερηρεισμένης καὶ πάσης τιμῆς τε καὶ λατρείας καὶ δόξης τῷ μονογενεῖ θεῷ παρὰ πάντων ὡς ἀρχηγῷ τῆς ζωῆς ἀνακειμένης τῷ ποιοῦντι τὰ τοῦ πατρὸς ἔργα, καθὼς αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησί, καὶ μηδεμιᾶς κατὰ πᾶσαν ἀγαθοῦ πράγ ματος ἔννοιαν ὑπερβολῆς ἐλαττουμένῳ, οὐκ οἶδα πόθεν παρακινηθέντες δυσμενείᾳ καὶ φθόνῳ τῆς τοῦ κυρίου τιμῆς, καθάπερ ζημίαν ἑαυτοῖς κρίνοντες τὴν γινομένην τῷ μονο γενεῖ θεῷ παρὰ τῶν πεπιστευκότων προσκύνησιν, ἀνταί ρουσι ταῖς θείαις τιμαῖς καὶ πείθειν ἐπιχειροῦσιν, ὡς 2.1.52 οὐδὲν τῶν περὶ αὐτῶν λεγομένων ἀληθῶς λέγεται. οὔτε γὰρ θεός, κἂν ὀνομάζηταί πως ὑπὸ τῆς γραφῆς, ἀληθινός ἐστι θεός, οὔτε υἱὸς λεγόμενος ἐπαληθεύουσαν ἔχει τῇ προσηγορίᾳ τὴν φύσιν οὔτε ἀξίας οὔτε φύσεως αὐτῷ πρὸς τὸν πατέρα ἔστι τις κοινωνία. μηδὲ γὰρ εἶναι δυνατὸν τῷ γεγεννημένῳ πρὸς τὸν ποιήσαντα τὸ κατὰ τὴν ἀξίαν ἢ τὴν δύναμιν ἢ τὴν φύσιν ὑπάρχειν ὁμότιμον, διότι τῷ μὲν ἀόριστος ἡ ζωὴ καὶ ἐξ ἀϊδίου ἡ ὕπαρξις, τῷ δὲ υἱῷ τρόπον τινὰ περιγέγραπται ἡ ζωή, τῆς ἀρχῆς καθ' ἣν γέγονε περατούσης ἐπὶ τὸ ἄνω τῆς ζωῆς τὴν πρόοδον καὶ τῇ τοῦ 2.1.53 πατρὸς ἀϊδιότητι συμπαρατείνεσθαι κωλυούσης· ὥστε καὶ τούτῳ τὴν ζωὴν ἐλλιπῆ νομίζεσθαι καὶ τὸν πατέρα μὴ ἀεὶ εἶναι, ὅπερ νῦν ἐστί τε καὶ λέγεται, ἀλλ' ἕτερόν τι πρότερον ὄντα μετὰ ταῦτα βουλεύσασθαι γενέσθαι πατέρα, μᾶλλον δὲ οὐχὶ γενέσθαι, ἀλλὰ κληθῆναι· μηδὲ γὰρ υἱοῦ κατὰ ἀλήθειαν ὀνομασθῆναι πατέρα, ἀλλὰ κτίσματος εἰς 2.1.54 υἱοῦ κλῆσιν ὑποβληθέντος. πάντως δέ, φασί, τὸ μετα γενέστερον τοῦ πρεσβυτέρου καὶ τὸ ὡρισμένον τοῦ ἀϊδίου καὶ τὸ κατὰ βούλησιν τοῦ πεποιηκότος γεγεννημένον αὐτοῦ τοῦ πεποιηκότος δυνάμει τε καὶ ἀξίᾳ καὶ φύσει καὶ τοῖς ἐκ χρόνου πρεσβείοις καὶ ἅπασι τοῖς τιμίοις ἐξ ἀνάγκης 2.1.55 ἠλάττωται. οὗ δὲ τὸ τέλειον ἐν ταῖς θειοτέραις τῶν ὑπο λήψεων ἄπεστι, πῶς ἄν τις τοῦτο ταῖς τοῦ ἀληθινοῦ θεοῦ τιμαῖς εὐλόγως ἀποσεμνύνειεν; ὡς ἐκ τούτου κατασκευά ζεσθαι παρ' αὐτῶν τὸν ἀτελῆ μὲν κατὰ τὴν δύναμιν, ἐλ λιπῆ δὲ κατὰ τὴν τῆς ζωῆς τελειότητα, ὑποχείριον δὲ τῷ δυναστεύοντι, ποιοῦντα δὲ μηδὲν ἀφ' ἑαυτοῦ πλὴν εἴ τι νομοθετεῖται τῷ τοῦ κρατοῦντος προστάγματι, τοῦτον ἐν μηδεμιᾷ θεοπρεπεῖ τιμῇ τε καὶ ὑπολήψει πιστεύειν <δεῖν> εἶναι, ἀλλὰ θεὸν μὲν ὀνομάζειν, κενὸν δὲ πάσης μεγαλο πρεποῦς ἐννοίας περιφέρειν τὸ ὄνομα. 2.1.56 Καὶ ἐπειδὴ ταῦτα οὑτωσὶ λεγόμενα δίχα τῆς τῶν λο γισμῶν περιβολῆς παροξύνει πως εἰς ὀργὴν καὶ φρίττειν ποιεῖ τῷ ξενισμῷ τὸν ἀκούοντα (τίς γὰρ δέχεται πονηρὸν σύμβουλον γυμνῶς καὶ ἀκατασκεύως τὴν καθαίρεσιν τῆς μεγαλειότητος τοῦ Χριστοῦ συμβουλεύοντα;), διὰ τοῦτο παραγωγαῖς τισι πιθαναῖς καὶ ἀπάταις τὴν πονηρὰν ταύτην ἐνέδραν τοῦ λόγου περικαλύψαντες ταῖς ἔξωθεν ἐπινοίαις τοὺς ἀνοήτους τῶν ἀκροατῶν παρακρούονται. τὰ γὰρ ἄλλα κατασκευάσαντες, δι' ὧν ἂν ᾗ δυνατὸν αὐτομάτως ἐπὶ ταῦτα κατασυρῆναι τὴν