92
παρεμφαινομένης. 4.9.1 Καὶ τὰ μὲν ὧδε διέκειτο· τὰ δὲ τῆς ἀντιπάλου καὶ ἀποστατικῆς δυνάμεως εἴτε δαιμόνων εἴτε καὶ χειρόνων ἄλλων πνευμάτων, ἐν κακίᾳ τὸ πλέον καὶ ἧττον ἀποφερομένων, ἔτι τε καὶ τοῦ πάντων ἐν τούτοις ἄρχοντος δεινοῦ τινος μεγαλοδαίμονος, οἳ πρῶτοι τῆς εἰς τὸ θεῖον εὐσεβείας σαλεύσαντες τῆς οἰκείας λήξεως ἀποπεπτώκασιν, φθόνῳ τῆς ἀνθρώπων σωτηρίας τὴν ἐναντίαν εἷλκεν, παντοίαις κακίας μηχαναῖς πᾶσι τοῖς ἔθνεσιν καὶ αὐτῷ τῷ τοῦ κυρίου κλήρῳ βασκανίᾳ τῶν ἀγαθῶν ἐπιβουλεύοντα. 4.9.2 τὸν δὴ οὖν τοῦ μεγαλοδαίμονος ἄθεον καὶ ἀσεβῆ λογισμὸν τὸ πνεῦμα τὸ προφητικὸν ἐν Ἡσαΐᾳ ὧδέ πως ἀπελέγχει λέγον· «εἶπεν γάρ· ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας. καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι» 4.9.3 αὗται αἱ τοῦ θεομάχου φωναί, ἐπὶ κακίας ἰσχύϊ μεγαλαυχουμένου, καὶ τὰς πρὸς τοῦ ὑψίστου τοῖς ἀγγέλοις παραδοθείσας τῶν ἐθνῶν ὁροθεσίας διαρπάσαι καὶ συγχεῖν ἀπειλοῦντος, προνομεύσειν τε τὴν οἰκουμένην καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος διεκσείσειν καὶ μεταστήσειν τῆς προτέρας εὐταξίας ἀπαυθαδιαζομένου. 4.9.4 ὁποῖα δὲ φρονῶν περὶ ἑαυτοῦ τὰ τοιαῦτα ἠλαζονεύετο, ἄκουε τῆς αὐτῆς προφητείας ὧδε πάλιν περὶ αὐτοῦ φραζούσης· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου. ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.» 4.9.5 Ὁμοῦ δὴ πλεῖστα διὰ τούτων ὁ λόγος ἐμφαίνει· τὴν τοῦ μένου φρενοβλάβειαν, τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω κατάπτωσιν, τὸ τῆς ἐκπτώσεως τέλος. δεινὰ δὲ κατὰ τῶν ἐθνῶν ἁπάντων ἀπειλήσας, θατέρᾳ ληπτοὺς τοῖς προβουλίοις τοὺς ἀνθρώπους εὕρατο, πρόχειρον καὶ ἐξ οἰκείας γνώμης τὴν ἐπὶ τὸ κακὸν ἔμπτωσιν δι' αὐτεξούσιον προαίρεσιν κεκτημένους. 4.9.6 ἔσειε δῆτα τῆς ἀπὸ τῶν κρειττόνων στάσεως τὰς πόλεις, καὶ τοῖς τῆς ἡδονῆς δελέασιν ἐπὶ πᾶν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κατέσπα ψυχάς, οὐδένα τε μηχανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν ἀκολάστοις τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι' ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο. 4.9.7 ταύτῃ τε τὴν οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχεν, καὶ ἠφάνιζεν τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπείλει εἰπών· «ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν». 4.9.8 ἔνθεν ἤδη λοιπὸν πάντων ἀνθρώπων κατεκράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάττοντο· καὶ δῆτα δυνάμεσιν χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προτέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπιδεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν, καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥαστώνῃ πλείονι διαπράττεσθαι. 4.9.9 ἐντεῦθεν ἤδη, κατὰ τὸν ἱερὸν ἀπόστολον, οὐδ' ἐπὶ τοῖς κατ' οὐρανὸν ἔτι λαμπροῖς τοῦ θεοῦ δημιουργήμασιν ἱστάμενοι, «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ δημιουργήμασιν ἱστάμενοι ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.» 4.9.10 ὅτι δὲ κατὰ τὸ παλαιότατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ