92
τῶν ἀκουόντων διάνοιαν, τῷ ἀκροατῇ τὸ 2.1.57 πέρας τῆς καταστροφῆς καταλείπουσιν. εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντιθέσεως τὸ ἀπὸ τούτου σιωπῶντες ἐργάζονται, αὐτομάτως διὰ τοῦ ἀκολούθου τῆς ἀσεβείας κρατυνομένης. καὶ ὥσπερ τὸ δηλητήριον ὁ φαρ μακεὺς εὐπαράδεκτον ποιεῖ, τῷ ἐπιβουλευομένῳ μέλιτι κατα γλυκάνας τὸν ὄλεθρον, καὶ ὁ μὲν ἔδωκε μόνον, τὸ δὲ ἐγ καταμιχθὲν τοῖς σπλάγχνοις οὐδὲν ἔτι πραγματευομένου τοῦ φαρμακέως τὴν φθορὰν κατεργάζεται, ὅμοιόν τι καὶ 2.1.58 παρὰ τούτων γίνεται· ταῖς γὰρ κομψείαις τῶν σοφισμάτων τὸ φθοροποιὸν δόγμα οἷόν τινι μέλιτι καταχρώσαντες, ἐπει δὰν ἐγχέωσι τὴν ἀπάτην τῇ ψυχῇ τοῦ ἀκούοντος τὴν περὶ τοῦ μὴ εἶναι θεὸν ἀληθινὸν τὸν μονογενῆ θεόν, τὰ ἄλλα πάντα τούτῳ καὶ σιωπῶντες συγκατειργάσαντο. τῷ γὰρ πεισθῆναι μὴ ἀληθῶς εἶναι θεὸν ἐπακολουθεῖ τὸ μηδὲ ἄλλο τι τῶν περὶ αὐτοῦ θεοπρεπῶς λεγομένων ἐν ἀληθείᾳ λέγεσθαι· εἰ γὰρ οὔτε υἱὸς οὔτε θεὸς ἐξ ἀληθείας, ἀλλ' ἐκ καταχρήσεως τούτων ἑκάτερον, πάντως ὅτι καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, οἷς παρὰ τῆς θείας γραφῆς ὀνομά 2.1.59 ζεται, τῆς ἀληθείας κεχώρισται. οὐ γὰρ δὴ τὸ μὲν ἀλη θῶς ἐπ' αὐτοῦ ῥηθήσεται, τὸ δὲ ἀμοιρήσει τῆς ἀληθείας, ἀλλὰ πάντως ἀλλήλοις ἀκολουθήσει τὰ πάντα, ὥστε εἰ μὲν ἀληθῶς εἴη θεός, καὶ κριτὴν καὶ βασιλέα καὶ τὰ καθ' ἕκαστον τῶν λεγομένων εἶναι ὡς λέγεται, εἰ δὲ ἡ θεότης ψεύδοιτο, μηδὲ ἄλλο τι τῶν περὶ αὐτοῦ ἀληθεύειν. πεισθέντων τοίνυν τῶν ἠπατημένων τὸ ψευδώνυμον ἐπὶ τοῦ μονογενοῦς εἶναι τὴν τῆς θεότητος κλῆσιν, τὸ μηδὲ λα τρεύειν μηδὲ σεβάζεσθαι μηδὲ ὅλως τὴν θεῷ χρεωστου μένην ἀπονέμειν τιμὴν συγκατεσκευάσθη. 2.1.60 Ἵνα τοίνυν ἐνεργὸς αὐτοῖς ἡ κατὰ τοῦ σωτῆρος ἐπι χείρησις γένηται, ταύτην εὕραντο τῆς βλασφημίας τὴν μέθοδον. συμβουλεύουσι μὴ δεῖν τὴν ἐν τοῖς ἄλλοις ὀνό μασι κοινωνίαν ἐπισκοπεῖν, δι' ὧν τὸ ὁμότιμον τῆς ἀξίας τοῦ υἱοῦ πρὸς τὸν πατέρα διασημαίνεται, ἀλλ' ἐκ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντιθέσεως τὸ παρηλλαγμένον τῆς φύσεως συλλογίζεσθαι· τοῦτο γὰρ εἶναι τὴν θείαν φύσιν, 2.1.61 ὅπερ σημαίνει τὸ τῆς ἀγεννησίας ὄνομα. εἶτα πάντων ἀν θρώπων τῶν γε νοῦν ἐχόντων ἀμήχανον εἶναι λογιζομένων δυνάμει τινὶ ῥημάτων τὴν ἄφραστον φύσιν ἐξαγγελθῆναι, οὔτε τῆς γνώσεως ἡμῶν τοσοῦτον ἐκτεινομένης, ὡς εἰς τὰ ὑπερέκεινα τῶν γινωσκομένων φθάνειν, οὔτε τῆς τῶν λόγων ὑπηρεσίας τοσαύτην δύναμιν ἐν ἡμῖν κεκληρωμένης, ὡς ἱκανὴν εἶναι τὸ νοηθὲν ἐξαγγεῖλαι, εἴπερ τι καὶ ὅλως ὑψηλόν τε καὶ θεῖον ἐπὶ νοῦν ἔλθοι, πάλιν οἱ σοφοὶ οὗτοι πολλὴν ἀβελτερίαν καὶ τῆς λογικῆς ἐπιστήμης ἀπειρίαν τῶν πολλῶν καταψηφιζόμενοι αὐτοί τε εἰδέναι διαβεβαιοῦνται ταῦτα καὶ οἷς ἂν ἐθέλωσι δύνασθαι τὴν περὶ τούτων ἐμ 2.1.62 ποιῆσαι γνῶσιν. καὶ διὰ τοῦτο λέγουσι μηδὲν ἕτερον εἶναι τὴν θείαν φύσιν πλὴν τὴν 20ἀγεννησίαν20 αὐτήν, καὶ ταύ την 20κυριωτάτην καὶ ἀνωτάτω20 προσαγορεύοντες ἅπαν τὸ μεγαλεῖον τῆς θεότητος τῇ φωνῇ ταύτῃ ἐγκατακλείουσιν· ὡς ἐκ τούτου κατασκευάζεσθαι, εἰ ἡ ἀγεννησία τὸ κυριώ τατον τῆς οὐσίας ἐστὶ καὶ τὰ λοιπὰ τῶν θεοπρεπῶν ὀνο μάτων ταύτῃ συνήρτηται, ἡ θεότης, ἡ ἀφθαρσία, ἡ δύνα μις καὶ τὰ ἄλλα πάντα, εἰ οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἡ 20ἀγεννησία20 ἐστί, πάντως εἴ τι τοῦτο μὴ λέγεται, οὐδὲ 2.1.63 ἐκεῖνα ἔσται. ὡς γὰρ τὸ λογικὸν καὶ τὸ γελαστικὸν καὶ τὸ ἐπιστήμης δεκτικὸν ἴδιον τοῦ ἀνθρώπου ἐστίν, εἰ δέ τι μή ἐστιν ἄνθρωπος, οὐδὲ ἐν τοῖς ἰδιώμασι πάντως ἔσται τῆς φύσεως, οὕτως εἴπερ 20ἀγεννησία20 ἐστὶν ἡ ἀληθινὴ θεότης, ᾧ τὸ ὄνομα τοῦτο μὴ πρόσεστιν, οὐδὲ ἄλλο τι τῶν τὴν θεότητα χαρακτηριζόντων τούτῳ πάντως ἐφευρεθήσεται. τῆς οὖν ἀγεννησίας περὶ τὸν υἱὸν μὴ λεγομένης, τὸ μηδὲ τὰ λοιπὰ πάντα τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν ὀνομάτων 2.1.64 ἐπ' αὐτοῦ κυρίως λέγεσθαι κατεσκευάσθη. τοῦτο οὖν εἶναι τὴν κατάληψιν τῶν θείων μυστηρίων ὁρίζονται, τὸ ἀθε τεῖσθαι τοῦ υἱοῦ τὴν θεότητα, μονονουχὶ φανερῶς ἐμβοῶντες παντὶ τῷ τὴν ἀκοὴν ὑπέχοντι ὅτι σοὶ ἔξεστι τελείῳ κατὰ τὴν γνῶσιν εἶναι, μὴ πιστεύοντι τῷ μονογενεῖ θεῷ, ὅτι ἐστὶν ἀληθῶς θεός, μὴ τιμῶντι τὸν υἱὸν καθὼς τιμᾶται ὁ πατήρ, μὴ υἱὸν ἀλλὰ κτίσμα κατὰ τὴν φύσιν εἶναι νομίζοντι, μὴ κύριον, μὴ δεσπότην, ἀλλὰ δοῦλον καὶ ὑποχείριον. πρὸς τοῦτο γὰρ βλέπει τὸ πέρας τῆς συμβουλῆς, κἂν ἑτέροις ῥήμασιν ἡ βλασφημία περικαλύπτηται. 2.1.65 ∆ιὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρ ριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶν εὐεξαπατήτων, ἐν οἷς φησιν· 20οὐκοῦν εἰ μήτε κατ' ἐπίνοιαν μήτε κατὰ στέρησιν μήτε ἐν μέρει, ἀμερὴς γάρ, μήτε ἐν αὐτῷ