93
ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ' ἂν ἀπόδειξις ἡ τῶν ἀλλοτρίων τοῦ καθ' ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματείας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργημένοις, ἀλλ' οὐδ' ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τούτοις, οἳ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἔθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται. 4.9.11 ὥρα δὴ οὖν καὶ αὐτοῖς Ἕλλησιν, ὧν τὰς φωνὰς ἐν ἐκείνοις παρατέθειμαι, συνομολογεῖν, νεωτέραν καὶ ξένην παρὰ τὴν τῶν παλαιῶν λατρείαν εἰσῆχθαι αὐτοῖς τὴν τῶν εἰδώλων δεισιδαιμονίαν καὶ τὴν τῶν ἀφανῶν πνευμάτων περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς ἐπὶ γῆς πᾶσιν ὁ δηλωθεὶς θεομάχος εἰργάζετο. 4.9.12 συνήργει δὲ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀκαθάρτων δαιμόνων φῦλον. αὐτός γε μὴν ὁ τῆς κακίας ἐξάρχων ταῦτ' ἔπραττεν, μανίᾳ φρονήματος ἐκτόπου τὰς κατὰ πάντων ἀνθρώπων ἔργῳ πληρῶν ἀπειλάς, καὶ τὴν «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ» ἄθεον ἐπιτείνων φωνήν, τάς τε τῶν ἀκαθάρτων καὶ πονηρῶν δαιμόνων ὑπηρεσίας χρησμοὺς καὶ θεραπείας καὶ τὰ τοιαῦτα ταῖς τῶν ἀνθρώπων γοητείαις προϊσχόμενος. 4.10.1 Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπιστατούντων καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων. 4.10.2 ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσιν μίγνυσθαι, ἀγχόνῃ δὲ περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶν καὶ οἰωνοῖς τοὺς νεκρούς. 4.10.3 τί δή σοι μνημονευσαίμην ἂν τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν; 4.10.4 καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρεσκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦτ' ἐν τούτοις τυράννου καθ' ὅλης τῆς οἰκουμένης προβεβλημένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε ὄντος τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτήρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου Μωσέως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ' αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος. 4.10.5 λέγει δ' οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μωσέως· «κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ' αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, ἐν ᾗ ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.» 4.10.6 εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει· «μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη ἡ γῆ· καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ' αὐτῆς.» 4.10.7 καὶ πάλιν φησίν· «ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν