93
ὡς ἕτερον, <ἁπλοῦς γὰρ καὶ ἀσύνθετος, μήτε παρ' αὐτὸν ἕτερον>, εἷς γὰρ καὶ μόνος ἀγέννη 2.1.66 τος, αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος20. συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περὶ τοῦ μὴ εἶναι αὐτὸν ἀληθῶς θεὸν συγκατάθεσις, εἰς ὅπερ ἡ τῶν ῥημάτων τούτων ἀκολουθία καταστρέφει τὸ δόγμα, διὰ τοῦτο τὸ μὲν ὡς μέρος μὴ ἐπιλέγεσθαι τῷ θεῷ τὴν ἀγεννησίαν οὐκ ἀντιλέγει, ἁπλοῦν τε καὶ ἄποσον καὶ ἀμέγεθες καὶ ἀσύνθετον καὶ αὐτὸς συνομολο γῶν εἶναι τὸ θεῖον, τὸ δὲ κατ' ἐπίνοιαν μὴ δεῖν ἐπ' αὐτοῦ τὴν ἐπωνυμίαν λέγεσθαι ταύτην καὶ ἀντιλέγει καὶ ἀποδείκνυ σιν· οἷς οὐκ ἐμμένων ὁ λογογράφος πάλιν ἡμῖν τὴν παρ' ἑαυτοῦ σοφίαν ἀντικαθίστησιν ἐν τῷ δευτέρῳ τῶν λόγων, τοῖς περὶ τῆς ἐπινοίας εἰρημένοις ἀντιμαχόμενος. 2.1.67 Καιρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ κατανόησιν οὐσίας θεοῦ· τάχα δὲ μικρόν ἐστιν ἐπὶ μόνης ἀποφήνασθαι τοῦτο τῆς ἀνθρωπίνης δυνάμεως, ἀλλὰ καὶ τὴν ἀσώματον κτίσιν ἐλάττονά τις εἰπὼν ἢ ὥστε χωρῆσαι καὶ περιλαβεῖν τῇ γνώσει τὴν ἀόριστον φύσιν οὐ τοῦ παντὸς ἁμαρτήσεται. 2.1.68 οἷον ἔστιν ἐπὶ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων κατανοῆσαι, ὅτι πολλῶν ὄντων καὶ διαφόρων τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων, τῶν μὲν πτηνῶν τῶν δὲ χερσαίων, τό τε ὑπερ νεφὲς ἐν τῇ τῶν πτερῶν δυνάμει γενόμενον καὶ τὸ τοῖς κοίλοις ἐγκαθιδρυμένον καὶ ἐμφωλεῦον εἰ μὲν πρὸς ἄλληλα κρίνοιντο, οὐκ ὀλίγον ἂν ἀφεστάναι δόξειε τοῦ χερσαίου τὸ ἐναέριον, εἰ δὲ πρὸς τὰ ἄστρα καὶ τὴν ἀπλανῆ σφαῖραν ἡ σύγκρισις εἴη, οὐδὲν ἔλαττον κεχωρίσθαι τοῦ οὐρανοῦ τὸ μετεωροποροῦν διὰ πτήσεως τῶν περὶ γῆν νομισθήσεται 2.1.69 ζῴων. οὕτως καὶ ἡ τῶν ἀγγέλων δύναμις τῷ μὲν ἡμετέρῳ συγκρινομένη πάμπολυ προέχειν δοκεῖ, ὅτι οὐδεμιᾶς αἰσθή σεως ἐνοχλούσης γυμνῇ τε καὶ ἀπαρακαλύπτῳ τῇ γνωστικῇ δυνάμει τῶν ὑψηλῶν ἐπορέγεται· εἰ δὲ πρὸς τὸ μεγαλεῖον τοῦ ὄντως ὄντος καὶ ἡ ἐκείνων κατάληψις ἐξετάζοιτο, τάχα ὁ τολμήσας εἰπεῖν μὴ πόρρω τῆς ἡμετέρας βραχύτητος καὶ τὴν ἐκείνων δύναμιν ἀφεστάναι τῆς θείας κατανοήσεως οὐκ ἔξω τοῦ εἰκότος ἀποτολμήσει. πολὺ γὰρ τὸ μέσον καὶ ἀδιεξίτητον, ᾧ πρὸς τὴν κτιστὴν οὐσίαν ἡ ἄκτιστος φύσις 2.1.70 διατετείχισται. αὕτη πεπεράτωται, ἐκείνη πέρας οὐκ ἔχει· αὕτη τοῖς ἰδίοις μέτροις κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ πεποιηκότος ἐμπεριείληπται, τῆς δὲ μέτρον ἡ ἀπειρία ἐστίν· αὕτη διαστηματικῇ τινι παρατάσει συμπαρεκτείνεται, καὶ χρόνῳ καὶ τόπῳ περιειργομένη, ἐκείνη ὑπερεκπίπτει πᾶσαν διαστήματος ἔννοιαν, καθ' ὅπερ ἄν τις ἐπιβάλλῃ τὸν νοῦν, κατ' ἐκεῖνο τὴν πολυπραγμοσύνην ἐκφεύγουσα· ἐν ταύτῃ τῇ ζωῇ καὶ ἀρχὴν τοῖς οὖσι καὶ τέλος ἔστιν ἐπινοῆσαι, ἡ δὲ ὑπὲρ τὴν κτίσιν μακαριότης οὔτε ἀρχὴν οὔτε τέλος προσίεται, ἀλλ' ὑπὲρ τὸ ἐν ἑκατέρῳ σημαινόμενον πέφυκεν ἀεὶ ὡσαύτως ἔχουσα καὶ ἐφ' ἑαυτῆς βεβηκυῖα, οὐ διαστη ματικῶς ἔκ τινος εἴς τι τῇ ζωῇ διοδεύουσα· οὔτε γὰρ μετ ουσίᾳ ζωῆς ἑτέρας ἐν τῷ ζῆν γίνεται, ὡς ἀκόλουθον εἶναι καὶ πέρας καὶ ἀρχὴν τῆς μετουσίας νοεῖσθαι, ἀλλ' αὐτὸ ὅπερ ἐστὶ ζωή ἐστιν ἐν ἑαυτῇ ἐνεργουμένη, οὔτε μείζων οὔτε ἐλάττων ἐκ προσθήκης ἢ ὑφαιρέσεως γίνεται. ἡ μὲν γὰρ εἰς τὸ μεῖζον ἐπαύξησις ἐν τῷ ἀπείρῳ χώραν οὐκ ἔχει, τῆς δὲ κατὰ τὴν ἐλάττωσιν ἐπινοίας τὸ κατὰ φύσιν 2.1.71 ἀπαθὲς ἀνεπίδεκτον. ὥσπερ δὲ τὸν οὐρανὸν ὁρῶντες καὶ τρόπον τινὰ διὰ τῶν ὁρατικῶν αἰσθητηρίων τοῦ κατὰ τὸ ὕψος ἐφαπτόμενοι κάλλους εἶναι μὲν τὸ φαινόμενον οὐκ ἀμφιβάλλομεν, τὸ δὲ τί ἐστιν ἐρωτηθέντες διερμηνεῦσαι τῷ λόγῳ τὴν φύσιν οὐκ ἔχομεν, θαυμάζομεν δὲ μόνον τὴν ἐγκύκλιον τοῦ παντὸς ὁρῶντες περιφορὰν καὶ τῶν πλανητῶν τὴν ἐναρμόνιον ἐπὶ τὸ ἔμπαλιν κίνησιν κύκλον τέ τινα τὸν λεγόμενον ζῳοφόρον κατὰ τὸ λοξὸν ἐγκεχαραγμένον τῷ πόλῳ, ᾧ τὴν κίνησιν τῶν κατὰ τὸ ἐναντίον ἀνειλουμένων παρατηροῦσιν οἱ ταῦτα σοφοί, φωστήρων τε διαφορὰς κατά τε τὰ μεγέθη καὶ τὰς τῶν αὐγῶν ἰδιότητας ἐπιτολάς τε καὶ δύσεις κατὰ τὴν ἐγκύκλιον τοῦ ἔτους περίοδον ἐπὶ τῶν αὐτῶν ἀεὶ καιρῶν γινομένας ἀπαραβάτως, συνόδους τε τῶν πλανωμένων καὶ ὑποδρομὰς τῶν ὑποβεβηκότων καὶ ἐκλεί ψεις τῶν ὑπερκειμένων καὶ γῆς ἀποσκιάσεις καὶ ἀποκατα στάσεις τῶν ἐκλειπόντων τήν τε πολυειδῆ τῆς σελήνης ἀλ λοίωσιν καὶ τοῦ ἡλίου τὴν ἐπὶ τοῦ μέσου τῶν πόλων κί νησιν, καὶ ὡς ἀνάπλεως ὢν τοῦ ἰδίου φωτὸς καὶ ταῖς ἀκτῖσιν ἐν κύκλῳ καταστεφὴς πάντα τε τῇ φωτιστικῇ δυ νάμει περιπτυσσόμενος ἔστιν ὅτε καὶ αὐτὸς ἐκλείπει, τοῦ σεληναίου σώματος ὥς φασιν ἐπιπροσθοῦντος, καὶ ὡς κατὰ τὸ βούλημα τοῦ διατάξαντος ἀεὶ τὸν ἴδιον δρόμον ἀνύων περιπορεύεται διὰ τῆς τεταγμένης προόδου καὶ ὑποβάσεως, τὰς τέσσαρας τοῦ ἔτους