94
ἐκείνων. οὐχ εὑρεθήσεται ἐν σοὶ καθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείας, καὶ κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς ἐπᾴδων, ἐγγαστρίμυθος καὶ τερατοσκόπος καὶ ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα. ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ὁ θεός σου ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.» 4.10.8 τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλματα διὰ Μωσέως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας, ἐν σώματος περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων. 4.10.9 Ὡς δὲ τοῦ χρόνου προϊόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ' αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι' ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέν τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἑβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ' αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» 4.10.10 οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν Ἰσραήλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσιν τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος. 4.10.11 ὃ καὶ σαφῶς ἐκήρυττε λέγων· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» 4.10.12 καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσιν τῶν ἐθνῶν, ἐπιθεωρούμενος. οἱ δὲ αὐτίκα τὸν σφῶν βοηθὸν καὶ κύριον εὖ μάλα ἀκριβῶς ἐπιγνόντες, περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφή, «καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ», φήσασα, ὅτε καὶ «πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν» ἔλεγον· «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία». 4.10.13 τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανεν· τοὺς δέ γε πάλαι ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους καὶ πνευμάτων ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα, μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπούμενος ἐχειροῦτο, ὥς τινας συναισθομένους αὐτῶν λέγειν· «ἔα, τί ἡμῖν καὶ σύ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» 4.10.14 Καὶ τούσδε μὲν δι' ὧν ἔπραττεν καὶ ἐδίδασκεν ἰσχυρῶς ᾐκίζετο, πᾶν δὲ τὸ ἀνθρώπινον γένος τοῖς διὰ λόγων ἡμέροις καὶ προσηνέσι φαρμάκοις ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις ἰᾶτο καὶ ἐθεράπευεν, νόσων τε παντοίων καὶ παθῶν οὐχ ἧττον σωμάτων ἢ ψυχῶν ἀπήλλαττεν, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυθέου πλάνης τῆς τε αἰσχρᾶς καὶ ἀκολάστου διαίτης πάντας τοὺς προσιόντας ἐλευθέρους ἀφείς, μεθιστῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἔνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τούτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ' εὐσέβειαν διδασκαλίας τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσιν προϊσχόμενος. καὶ εἰς τοσοῦτόν