94
ὥρας ἐν ἑαυταῖς ἀνελίσσων, ταῦτα ὁρῶντες εἶναι μὲν τὰ φαινόμενα δι' ὧν ὁρῶμεν οὐκ ἀμφι βάλλομεν, οὐσίας δὲ λόγον ἑκάστου τῶν ὄντων τοσοῦτον ἀπέχομεν κατανοῆσαι, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν τῇ αἰσθήσει τὸ φανὲν ἐγνωρίσαμεν· οὕτω καὶ τὸν ποιητὴν τοῦ κόσμου ὅτι μὲν ἔστιν οἴδαμεν, τὸν δὲ τῆς οὐσίας λόγον ἀγνοεῖν οὐκ ἀρνούμεθα. 2.1.72 Οἱ δὲ γινώσκειν ταῦτα κομπάζοντες πρότερον μὲν περὶ τῶν ὑποβεβηκότων εἰπάτωσαν, τί τὸ οὐράνιον οἴονται σῶμα, τίνα δὲ τὴν κυκλοφοροῦσαν διὰ παντὸς μηχανήν, ἐν τίνι δὲ τὴν κίνησιν γίνεσθαι; ὅπερ γὰρ ἄν τις τῇ διανοίᾳ λογίσηται, πάντως εἰς τὸ ἀμήχανόν τε καὶ ἀκατάληπτον ὁ λογισμὸς 2.1.73 προϊὼν καταλήξει. εἴ τε γὰρ ἕτερον ὁμοιοσχημάτιστον σῶμα λέγοι τις ἐν τύπῳ περιηρμοσμένον περικρατεῖν τὴν φοράν, ὡς ἀεὶ τὸν δρόμον καμπτόμενον ὁμοιοτρόπως περὶ ἑαυτὸν ἑλίσσεσθαι, τῇ ἀνάγκῃ τοῦ περιέχοντος ἐξενεχθῆναι πρὸς τὸ εὐθὺ κωλυόμενον, πῶς ἐρεῖ διαμένειν ταῦτα τὰ σώματα, διὰ τῆς διηνεκοῦς τρίψεως ἐν ἀλλήλοις οὐ δαπανώ 2.1.74 μενα; πῶς δὲ καὶ ἐνεργεῖται ἡ κίνησις, δύο σωμάτων ὁμο φυῶν πρὸς τύπον ἀλλήλοις ἐναρμοττόντων, ὅταν τὸ ἕτερον ἀκίνητον μένῃ; τῇ γὰρ ἀκινησίᾳ τοῦ περιδεδραγμένου τὸ ἐντὸς διασφιγγόμενον ἀδυνατήσει πάντως πρὸς τὴν ἰδίαν ἐνέργειαν. τί δὲ καὶ τὸ ἑδράζον τοῦ περιέχοντος ἐκείνου τὴν παγιότητα, ὥστε διαμένειν ἄσειστον, ὑπὸ τῆς τοῦ ἐνηρ 2.1.75 μοσμένου κινήσεως μὴ τινασσόμενον; εἰ δὲ κἀκείνου κατὰ τὴν πολυπραγμοσύνην τῆς διανοίας εἶναί τις ἕδρα ὑπο ληφθείη ἡ συντηροῦσα ἐν τῷ παγίῳ τὴν στάσιν, πάντως προϊὼν κατὰ τὸ ἀκόλουθον ὁ λόγος κἀκείνης πολυπραγμο νήσει βάσιν τῆς βάσεως καὶ ταύτης ἄλλην καὶ τῆς ἐφεξῆς ἑτέραν καὶ οὕτω διὰ τῶν ὁμοίων ἡ ἐξέτασις ἀνιοῦσα πρὸς τὸ ἄπειρον ἐνεχθήσεται καὶ εἰς ἄπορον καταλήξει, τοῦ εἰς τὴν τοῦ παντὸς σύστασιν ὑποβεβλημένου σώματος τὸ ἐπέ κεινα πάλιν κατεξετάζουσα, ὡς μηδαμοῦ στῆναι τὸν λόγον 2.1.76 τοῦ ἀεὶ περιέχοντος τὴν περιβολὴν ζητοῦντα. ἀλλὰ τοῦτο μὲν οὐχί· κενὸν δέ τι κατὰ τὴν ματαίαν τῶν ταῦτα πεφι λοσοφηκότων ὑπόνοιαν τοῖς οὐρανίοις περικέχυται νώτοις καὶ τούτῳ ἐνολισθαίνουσα τοῦ παντὸς ἡ δίνησις πρὸς ἑαυ τὴν ἀναστρέφει, μηδεμίαν ἐκ στερεοῦ τινος ἀντιτυπίαν εὑ ρίσκουσα τὴν δυναμένην ἐξ ἀντιβάσεως στῆσαι καὶ ἀνα κόψαι προϊοῦσαν ἐν κύκλῳ τὴν κίνησιν. τί τοίνυν ἐστὶ τὸ κενὸν ἐκεῖνο, ὃ μήτε σῶμά φασι μήτε νόημα, καὶ μέχρι τίνος ἱστάμενον, καὶ τί τὸ διαδεχόμενον; τίς δὲ τοῦ ναστοῦ καὶ ἀντιτύπου ἡ πρὸς τὸ κενὸν καὶ ἀνυπόστατον ἐκεῖνο συγγένεια; τί τὸ μεσιτεῦον τοῖς παρηλλαγμένοις τῇ φύσει; 2.1.77 πῶς δὲ διὰ τῶν ἑτεροφυῶν ἡ τοσαύτη τοῦ παντὸς εὐαρ μοστία συνίσταται; τί δ' ἄν τις εἴποι τὸν οὐρανὸν αὐτὸν εἶναι, μίγμα τι τῶν περιεχομένων στοιχείων ἢ ἓν ἐξ ἁπάν των ἢ ἄλλο τι παρὰ ταῦτα; τί δὲ τοὺς ἀστέρας αὐτούς, πόθεν δὲ αὐτοῖς τὴν αὐγὴν ἀποστίλβειν τί οὖσαν καὶ ὅπως συνισταμένην; τῆς δὲ διαφορᾶς αὐτῶν κατά τε τὸ κάλλος καὶ τὸ μέγεθος ὁ λόγος τίς; τοὺς δὲ ἐντὸς ἑπτὰ κύκλους τὴν ἐναντίαν τῷ παντὶ κίνησιν περιαγομένους τί εἶναι, ὑπὸ ποίας ἀνάγκης ἐλαύνεσθαι; τὸ δὲ ἄϋλον ἐκεῖνο καὶ αἰθέ ριον πῦρ καὶ ὁ ἐγκεχυμένος διὰ μέσου ἀὴρ οἷόν τι διατεί χισμα γινόμενος τῆς θερμαντικῆς τε καὶ ἀναλωτικῆς φύ σεως πρὸς τὴν ὑγρὰν καὶ εὐανάλωτον; καὶ ὅπως κατὰ τὸ 2.1.78 ἔσχατον ἡ γῆ τῷ παντὶ ὑποβέβληται; τί τὸ φυλάσσον ἔχει ἐν τῷ βεβαίῳ τὴν στάσιν; τί τὸ ὑπερεῖδον αὐτῆς τὴν ἐπὶ τὸ κάτω φοράν; εἰ ταῦτα καὶ τὰ τοιαῦτά τις ἡμᾶς κατεξ ετάζοι, ἆρά τις ἔσται τοσοῦτον ἀνεστηκὼς τὴν διάνοιαν ὥστε καθυποσχέσθαι τῶν τοιούτων τὴν γνῶσιν; οὐδὲν γὰρ ἕτερον εἰς ἀπόκρισιν τοῖς εὐγνώμοσιν ἢ τοῦτο λείπεται, ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας μόνος οἶδε τὸν λόγον τῆς κτίσεως. ἡμεῖς δὲ Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, καθώς φησιν ὁ ἀπόστολος. 2.1.79 Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος ἐντὸς τῆς ἡμετέρας ἐστὶ καταλήψεως; ματαιότης ταῦτα καὶ μανία ψευδής, καθώς φησιν ὁ προφήτης, τὸ οἴεσθαι δυνατὴν εἶναί τινι τὴν τῶν ἀλήπτων περίνοιαν. οὕτως ἔστιν ἰδεῖν μικρὰ νήπια διὰ τὴν ἐκ τῆς ἡλικίας ἄγνοιαν παίζοντά τε ὁμοῦ 2.1.80 καὶ σπουδάζοντα. πολλάκις γὰρ ἀκτῖνος ἡλιακῆς διὰ θυ ρίδος αὐτοῖς εἰσρυείσης περιχαρέντα τῷ κάλλει πρὸς τὸ φαινόμενον ἵεται καὶ φέρειν φιλονεικεῖ διὰ χειρὸς τὴν ἀκτῖνα καὶ διαμάχεται πρὸς ἄλληλα καὶ περιδράσσεται τοῦ φωτός, τῇ περιβολῇ τῶν δακτύλων, ὡς οἴεται, τὴν αὐγὴν ἐνδησάμενα· ἀλλὰ διαλυθείσης τῶν δακτύλων τῆς ἐμπλοκῆς γέλωτα ποιεῖ τοῖς νηπίοις καὶ κρότον διαρρυεῖσα τῶν χειρῶν 2.1.81 ἡ τῆς ἀκτῖνος λαβή. οὕτω καὶ τὰ τῆς ἡμετέρας γενεᾶς παιδία, καθώς φησιν ἡ παραβολή, ταῖς ἀγοραῖς ἐγκαθή μενα παίζει· οἱ τὴν θείαν δύναμιν διὰ τῶν τῆς προνοίας λόγων καὶ τῶν ἐν τῇ κτίσει