1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

94

συνετοῦ· ἐκεῖνο δὲ λάλου καὶ ἀργοῦ καὶ περιέργου. Οὐχ ὁρᾷς ἐν τοῖς οἰκέταις, ὅτι οἱ μὲν κατάπτυστοι τῶν οἰκετῶν οὐδαμοῦ χρήσιμοι λάλοι τέ εἰσι καὶ φλύαροι, καὶ τὰ τῶν δεσποτῶν περιεργάζονται, ἅπερ ἐκεῖνοι 62.134 κρύπτειν ἐθέλουσιν· οἱ δὲ συνετοὶ καὶ εὐγνώμονες πρὸς ἓν μόνον ὁρῶσιν, ὅπως αὐτῶν τὴν διακονίαν πληρῶσιν; Ὁ πολλὰ φθεγγόμενος οὐδὲν ἐργάζεται· ὥσπερ ὁ πολλὰ ἐργαζόμενος οὐδὲν φθέγγεται ἄκαιρον. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε περὶ χηρῶν γράφων· Οὐ μόνον δὲ ἀργαὶ μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι. Εἰπὲ δή μοι, ποῖόν ἐστι πλέον τὸ μέσον, τὸ τῆς ἡμετέρας ἡλικίας πρὸς τὴν τῶν παίδων, ἢ τὸ τοῦ Θεοῦ πρὸς τὴν τῶν ἀνθρώπων; τὸ ἡμέτερον πρὸς κώνωπας, ἢ τοῦ Θεοῦ πρὸς ἡμᾶς; Εὔδηλον ὅτι τὸ τοῦ Θεοῦ πρὸς ἡμᾶς. Τί οὖν σὺ τοσοῦτον περιεργάζῃ; Εὐχαρίστει ὑπὲρ ἁπάντων. Τί οὖν, ἂν Ἕλλην ἔρηται, φησὶ, πῶς ἀποκρινοῦμαι; βούλεται μαθεῖν παρ' ἐμοῦ, εἰ ἔστι πρόνοια, αὐτὸς γὰρ οὔ φησιν εἶναί τινα τὸν προνοοῦντα. Οὐκοῦν μεταστρέψας, ἐρώτησον αὐτὸν καὶ σύ. Ἀλλ' οὔ φησιν εἶναι πρόνοιαν. Ὅτι μὲν ἔστι πρόνοια, ἐξ ὧν εἶπας, δῆλον· ὅτι δὲ ἄληπτος, ἐξ ὧν οὐχ εὑρίσκομεν τὸν λόγον. Εἰ γὰρ ἐν οἷς διοικοῦσιν ἄνθρωποι οὐκ ἴσμεν τὸν τρόπον τῆς διοικήσεως πολλάκις, καίτοι ἐξ αὐτῶν πολλὰ ἡμῖν εἶναι δοκεῖ καὶ ἄτοπα, καὶ παραχωροῦμεν, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Ἀλλ' οὐδὲν ἐπὶ Θεοῦ ἄτοπον οὔτε ἐστὶν, οὔτε δοκεῖ τοῖς πιστοῖς. ∆ιὸ ὑπὲρ ἁπάντων εὐχαριστῶμεν, ὑπὲρ ἁπάντων δοξάζωμεν αὐτόν, Ὑποτασσόμενοι ἀλλήλοις, φησὶν, ἐν φόβῳ Θεοῦ. Εἰ γὰρ δι' ἄρχοντα ὑποτάττῃ, ἢ διὰ χρήματα, ἢ δι' αἰδὼ, πολλῷ μᾶλλον διὰ τὸν τοῦ Θεοῦ φόβον. Ἔστω δουλείας καὶ ὑποταγῆς ἀντίδοσις· οὕτω γὰρ οὐκ ἔσται δουλεία. Μὴ ὁ μὲν ἐν τάξει καθεζέσθω ἐλευθέρου, ὁ δὲ ἐν τάξει δούλου, ἀλλὰ καὶ δεσπότας καὶ δούλους ἀλλήλοις δουλεύειν βέλτιον· πολλῷ βέλτιον οὕτως εἶναι δοῦλον, ἢ ἑτέρως ἐλεύθερον. Καὶ δῆλον ἐκεῖθεν· ἔστω τις οἰκέτας ἔχων ἑκατὸν, καὶ μηδεὶς ἐν αὐτοῖς διακονείτω· ἕτεροι δέ τινες ἔστωσαν ἑκατὸν φίλοι, ἀλλήλοις διακονούμενοι· τίνες ἄμεινον βιώσονται; τίνες μετὰ πλείονος ἡδονῆς, μετὰ πλείονος εὐφροσύνης; Οὐκ ἔστιν ἐκεῖ ὀργὴ, οὐδὲ παροξυσμὸς, οὐδὲ θυμὸς, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ὧδε φόβος καὶ δειλία· κἀκεῖ μὲν ἀνάγκης, ἐνταῦθα δὲ προαιρέσεως τὸ πᾶν· κἀκεῖ μὲν βιαζόμενοι, ἐνταῦθα δὲ χάριν ἔχοντες ἀλλήλοις δουλεύουσιν. Οὕτω βούλεται ὁ Θεός· διὰ τοῦτο ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, Μᾶλλον δὲ, εἰ θέλεις ἀκριβῶς ἐξετάσαι, καὶ ἐπὶ δεσποτῶν ἀντίδοσίς ἐστι δουλείας. Τί γὰρ, εἰ ὁ τῦφος οὐκ ἀφίησι φανῆναι τὴν ἀντίδοσιν; Ὅταν γὰρ οὗτος μὲν τὴν σωματικὴν διακονίαν παρέχῃ, σὺ δὲ τὸ σῶμα τρέφῃς, καὶ θεραπεύῃς καὶ τροφαῖς καὶ ἐνδύμασι καὶ ὑποδήμασι, καὶ οὗτος δουλείας ἐστὶ τρόπος· ὅτι ἐὰν μὴ παρέχῃς καὶ σὺ τὴν σὴν, διακονίαν, οὐδὲ ἐκεῖνος τὴν ἑαυτοῦ, ἀλλ' ἔσται ἐλεύθερος, καὶ οὐδεὶς αὐτὸν ἀναγκάσει νόμος καὶ μὴ τρεφόμενον τοῦτο ποιεῖν. Εἰ τοίνυν καὶ ἐπὶ δούλων τοῦτό ἐστι, τί ἄτοπον, ἐὰν καὶ ἐπὶ ἐλευθέρων τοῦτο γίνηται; Ἐν φόβῳ, φησὶ, Χριστοῦ ὑποτασσόμενοι. Πόση ἡ χάρις, ὅταν καὶ μισθὸν ἔχωμεν; Ἀλλ' οὐ βούλεταί σοι ὑποταγῆναι; Ἀλλὰ σὺ ὑποτάγηθι· μὴ ἁπλῶς ὑπακούσῃς, ἀλλ' ὑποτάγηθι· ὡς πρὸς δεσπότας ἅπαντας, οὕτω διάκεισο· οὕτω γὰρ αὐτοὺς δούλους ἕξεις ταχέως τῇ τυραννικωτάτῃ τῆς δουλείας δυνάμει δεδουλωμένους. Μᾶλλον γὰρ αὐτοὺς αἱρήσεις, ὅταν οὐδενὸς τῶν παρ' αὐτῶν τυγχάνων, αὐτὸς τὰ παρὰ σαυτοῦ παρέχῃς. Τοῦτό ἐστιν, Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, ἵνα πάντων κρατῶμεν τῶν 62.135 παθῶν, ἵνα τῷ Θεῷ δουλεύωμεν, ἵνα τὴν πρὸς ἀλλήλους ἀγάπην διασώζωμεν· καὶ τότε δυνησόμεθα καὶ 62.136 τῆς παρὰ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Κʹ. Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι

κεφαλὴ τῆς γυ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη σίας, καὶ αὐτός ἐστι