95
γε κάτεισιν, ὡς μὴ μόνον κάμνουσιν καὶ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἤδη δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου τοὺς ἡμιθνῆτας ἢ καὶ πάμπαν ἀπολωλότας ἐκ μακροῦ τε κατορωρυγμένους τῶν τοῦ θανάτου λῦσαι δεσμῶν· 4.10.15 δι' ἣν μάλιστα αἰτίαν καὶ μέχρι τῶν αὐτόθι χωρίων ἐδέησεν αὐτῷ ἐνεργείας, ὡς ἂν μὴ μόνον ζώντων ἀλλὰ καὶ νεκρῶν κυριεύσειεν. Ὅτε μὲν οὖν τῷ πατρὶ σύνεστιν καὶ τὴν τῶν ὅλων πρόνοιαν ἐνθέῳ δυνάμει διακυβερνᾷ, οὐρανοῦ αὐτοῦ καὶ γῆς ὁμοῦ καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων τῶν τε ἐπέκεινα οὐρανοῦ θείων καὶ ἀσωμάτων οὐσιῶν ἐπισκοπεῖ καὶ ἐπιμέλεται, θεοῦ λόγος καὶ θεοῦ σοφία καὶ θεοῦ δύναμις, ἄρχων τε καὶ ἡγούμενος καὶ βασιλεύς, ἤδη δὲ καὶ θεὸς καὶ κύριος ἐν τοῖς θείοις χρησμοῖς ἀνευφημεῖται, καὶ φωτίζων μὲν τὰς ἀσωμάτους καὶ νοερὰς φύσεις, 4.10.16 «ἥλιος δὲ δικαιοσύνης» καὶ «φῶς ἀληθινὸν» ἀνείρηται, ὑπουργῶν δὲ καὶ συνεργῶν ταῖς τοῦ πατρὸς διατάξεσιν, ὑπουργὸς τοῦ πατρὸς καὶ δημιουργὸς χρηματίζει· ἀλλὰ καὶ μόνος κατὰ τάξιν εἰδὼς θεραπεύειν θεόν, μέσος τε ἑστὼς θεοῦ τοῦ ἀγενήτου καὶ τῶν μετ' αὐτὸν γενητῶν, τήν τε τῶν ὅλων ἀναδεδεγμένος φροντίδα καὶ ὑπὲρ τῶν ὑπηκόων ἁπάντων ἱερωμένος τῷ πατρί, καὶ μόνος αὐτὸν τοῖς πᾶσιν εὐμενῆ καὶ ἵλεων παρέχων, ἀρχιερεὺς αἰώνιος καὶ δὴ Χριστὸς τοῦ πατρὸς προσαγορεύεται, οὕτω παρ' Ἑβραίοις, Χριστῶν, ἐπικαλουμένων πάλαι τῶν τὴν εἰκόνα τοῦ πρώτου διὰ συμβόλων ἐπιτελούντων· 4.10.17 καὶ ὅτε μὲν ἀγγέλοις ταξιαρχῶν ἐπιστατεῖ, «μεγάλης βουλῆς ἄγγελος» ἀναγορεύεται, καὶ τῶν κατ' οὐρανὸν στρατιῶν ἡγούμενος «ἀρχιστράτηγος δυνάμεως κυρίου» εἶναι. ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε, ἡμῶν τε αὐτῶν τῆς λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικεν νηπίων ἄρχειν καὶ οἱονεὶ βοσκημάτων, «ποιμὴν» ὠνόμασται «προβάτων», καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο. 4.10.18 τοῦτο γοῦν ἡ παρ' Ἑβραίοις τοῦ Ἰησοῦ σημαίνει προσηγορία. Ἐπεὶ δὲ ἔδει ποτὲ καὶ αὐτῷ ὀργάνου ἀνθρωπείου, ὡς ἂν καὶ ἀνθρώποις ἑαυτὸν φήνειεν καὶ τῆς τοῦ πατρὸς ἐπιγνώσεως καὶ εὐσεβείας τὸν ἀληθῆ λόγον διδάξειεν, καὶ τοῦτον οὐκ ἀπαρνεῖται τὸν τρόπον· ἐπιβὰς δὲ εὖ μάλα τῇ ἡμετέρᾳ φύσει πάρεισιν εἰς ἀνθρώπους, θεὸν δι' ἀνθρώπου μέγα θαῦμα τοῖς πᾶσιν ἐπιδεικνύμενος, ὡς ἂν μὴ μόνον ἐξ ἀφανοῦς καὶ ἀδήλου ἄσαρκος ὢν καὶ ἀσώματος ἐπιστατοίη, αὐτοῖς δὲ σαρκὸς ὄμμασιν ὁρώμενος, ἀνθρώπων τε ὀφθαλμοῖς τὰς ὑπὲρ ἀνθρώπων θαυματουργίας παρέχων ὁρᾶν, καὶ προσέτι σώματος ἀκοαῖς τὰς διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου παραδιδοὺς διδασκαλίας, θεῖόν τε ὡς ἀληθῶς καὶ παράδοξον χρῆμα, οἷον οὐδ' ἄλλο πω φανὲν μνημονεύεται, σωτήριόν τε ὁμοῦ καὶ εὐεργετικὸν τοῖς πᾶσιν αὐτὸς ἑαυτὸν ἐνδεικνύμενος. 4.10.19 οὕτω δῆτα ὁ θεὸς ὁ λόγος υἱὸς ἀνθρώπου ἐλέγετο, καὶ Ἰησοῦς ὠνομάζετο, παρ' ὅσον τῆς τῶν ἀνθρωπίνων ψυχῶν ἰάσεώς τε καὶ θεραπείας χάριν τὴν πάροδον εἰς ἡμᾶς ἐποιεῖτο. σωτὴρ δ' οὖν καὶ παρ' Ἑβραίοις ἑρμηνεύεται ἡ τοῦ Ἰησοῦ προσηγορία. τάς τε κοινὰς ἡμῖν ὑπέμεινεν διατριβάς, οὐδαμῶς μὲν τοῦ εἶναι ὃς ἦν ἐξιστάμενος, ὁμοῦ δ' ἐν τῷ ἀνθρώπῳ φυλάττων τὸν θεόν. 4.10.20 εὐθὺς τοιγαροῦν ἐπὶ τῆς πρώτης εἰς ἀνθρώπους καταβολῆς τῷ θεῷ τῆς ἡμετέρας γενέσεως τὴν ἔνθεον ἀνακιρνᾷ μεγαλουργίαν· τικτόμενος μὲν ἡμῖν ὁμοίως, καὶ θνητοῦ δίκην ἄνθρωπον ἀμφιεννύμενος, ὡς δ' οὐκέτι ἄνθρωπος ἀλλὰ θεός, ἐξ ἀχράντου καὶ ἀπειρογάμου κόρης, οὐχὶ δὲ ἐκ μίξεως καὶ φθορᾶς, τὴν τοῦ φαινομένου γένεσιν ὑφιστάμενος. 4.11.1 Καὶ τὸν ἑξῆς δὲ σύμπαντα βίον ταύτῃ πη διετέλει, τοτὲ μὲν τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν, τοτὲ δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεὸν λόγον τοῖς ἔργοις ἄντικρυς