95
θαυμάτων ταῖς ψυχαῖς ἐλλάμ πουσαν βλέποντες οἷον ἀκτῖνά τινα καὶ θερμότητα τῆς ἡλιακῆς ἀπορρέουσαν φύσεως οὐχὶ θαυμάζουσι τὴν χάριν καὶ προσκυνοῦσι τὸν διὰ τούτων νοούμενον, ἀλλ' ὑπερβάντες τὸ χωρητὸν τῇ ψυχῇ ταῖς τῶν σοφισμάτων λαβαῖς τοῦ ἀναφοῦς περιδράσσονται καὶ κρατεῖν οἴονται διὰ τῶν συλλο γισμῶν, εἴπερ οἴονται· διασχόντος δὲ τοῦ λόγου καὶ διαπτύ ξαντος τὴν τῶν σοφισμάτων πλοκὴν εὑρίσκεται τοῖς νοῦν 2.1.82 ἔχουσι τὸ ἀπειλημμένον οὐδέν. οὕτω μικροπρεπῶς τε καὶ βρεφικῶς τοῖς ἀμηχάνοις ἐμματαιάζοντες οἷόν τινι παλάμῃ παιδικῇ τὴν ἀπερινόητον τοῦ θεοῦ φύσιν ταῖς ὀλίγαις συλ λαβαῖς τῆς 20ἀγεννησίας20 ἐναποκλείουσι καὶ συναγορεύουσι τῇ παρανοίᾳ καὶ οἴονται τοσοῦτον καὶ τοιοῦτον εἶναι τὸ θεῖον, ὡς ἀνθρωπίνῳ λογισμῷ δύνασθαι διὰ μιᾶς προση γορίας ἐμπεριείργεσθαι, καὶ ταῖς μὲν τῶν ἁγίων φωναῖς ἀκολουθεῖν σχηματίζονται, αὐτῶν δὲ ἐκείνων ὑπεραίροντες 2.1.83 ἑαυτοὺς οὐ δεδοίκασιν. ἃ γὰρ οὐδεὶς τῶν μακαρίων ἀν δρῶν εἰρηκὼς ἐπιδείκνυται, ὧν τις καὶ λόγος ἐν ταῖς θείαις βίβλοις ἀνάγραπτος φέρεται, ταῦτα οὗτοι, καθώς φησιν ὁ ἀπόστολος, μὴ εἰδότες μήτε ἃ λέγουσι καὶ περὶ ὧν διατείνονται, ὅμως αὐτοί τε εἰδέναι φασὶ καὶ τοῖς ἄλ λοις καθηγεῖσθαι τῆς εἰδήσεως μεγαλαυχοῦσι. καὶ διὰ τοῦτο τὸν μονογενῆ θεὸν μὴ ἀληθῶς εἶναι ὃ λέγεται κατει ληφέναι διϊσχυρίζονται. ἡ γὰρ τῶν συλλογισμῶν ἀνάγκη τοῦτο κελεύει. 2.1.84 Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς οὗτοι πόνῳ καὶ σπουδῇ τὸν λάκκον ἑαυτοῖς τῆς βλασφημίας ὡρύξαντο; ὅσῳ τῷ μέτρῳ τῆς ἐλπίδος τῶν Χριστιανῶν ἀφωρίσθησαν· οἵῳ χάσματι πρὸς τὴν σῴζουσαν πίστιν διε τειχίσθησαν· ὅσον τῶν κόλπων τοῦ πατρὸς τῆς πίστεως 2.1.85 Ἀβραὰμ ἀπῳκίσθησαν. ἐκεῖνος, εἰ δεῖ κατὰ τὴν τοῦ ἀποστόλου μεγαλοφυΐαν ἀλλάξαντα τὴν φωνὴν ἀλληγορικῶς τὸν νοῦν τῆς ἱστορίας κατανοῆσαι, μενούσης δηλαδὴ καὶ τῆς ἱστορικῆς ἀληθείας, ἐξῆλθε διὰ θείου προστάγματος τῆς ἰδίας γῆς καὶ τῆς καθ' ἑαυτὸν συγγενείας ἔξοδον ἀνδρὶ προφήτῃ πρὸς θεοῦ κατανόησιν ἐπειγομένῳ πρέ 2.1.86 πουσαν. οὐ γάρ μοι δοκεῖ τοπική τις μετάστασις τῶν νοητῶς εὑρισκομένων προξενεῖν τὴν κατάληψιν. ἀλλ' αὐτὸς ἑαυτοῦ καὶ τῆς ἰδίας γῆς, τοῦ ταπεινοῦ λέγω καὶ γηΐνου φρονήματος, ἔξω γενόμενος καὶ ὑπεράρας ὡς οἷόν τε ἦν τῶν κοινῶν τῆς φύσεως ὅρων ἑαυτοῦ τὴν διάνοιαν καὶ κατα λιπὼν τῆς ψυχῆς τὴν πρὸς τὰς αἰσθήσεις συγγένειαν, ὡς μηδενὶ τῶν κατ' αἴσθησιν προφαινομένων διοχλούμενος πρὸς τὴν κατανόησιν τῶν ἀοράτων ἀμαυρωθῆναι, μήτε ἀκοῆς περιηχούσης μήτε ὄψεως ἐν τοῖς φαινομένοις τὴν διάνοιαν διαπλανώσης, καθώς φησιν ὁ ἀπόστολος, διὰ πίστεως περι πατῶν, οὐ διὰ εἴδους, εἰς τοσοῦτον ἐπήρθη τῇ μεγαλοφυΐᾳ τῆς γνώσεως, ὥστε ὅρος νομισθῆναι τῆς ἀνθρωπίνης τε λειώσεως, τοσοῦτον γνοὺς τὸν θεόν, ὅσον ἦν δυνατὸν τὴν βραχεῖαν καὶ ἐπίκηρον ταύτην δύναμιν ὑπερταθεῖσαν χω 2.1.87 ρῆσαι. τοιγαροῦν καὶ ὁ πάσης κτίσεως κύριος, ὥσπερ τι εὕρημα τοῦ πατριάρχου γενόμενος, ἰδίως θεὸς τοῦ Ἀβραὰμ ὀνομάζεται. ἀλλ' ὅμως τί φησι περὶ ἐκείνου ὁ λόγος; ὅτι ἐξῆλθεν οὐκ ἐπιστάμενος ποῦ ἀπέρχεται, ἀλλ' οὐδὲ τὸ ὄνομα τοῦ ἀγαπωμένου μαθεῖν χωρήσας οὔτε μὴν τῇ ἀγνοίᾳ 2.1.88 ταύτῃ δυσανασχετῶν τε καὶ αἰσχυνόμενος. τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μηδέ τινι ὅλως τῶν κατα λαμβανομένων ἐνσείσασαν αὐτοῦ ποτε τὴν διάνοιαν στῆναι 2.1.89 τῆς εἰς τὸ ἐπέκεινα τῶν γινωσκομένων πορείας. ἀλλ' ὥσπερ τὴν ἐγχώριον αὐτοῦ σοφίαν, τὴν Χαλδαϊκὴν λέγω φιλοσο φίαν, μέχρι τῶν φαινομένων ἑστῶσαν τῷ λογισμῷ διαβὰς καὶ ὑψηλότερος τῶν διὰ τῆς αἰσθήσεως γινωσκομένων γενό μενος ἐκ τοῦ κάλλους τῶν θεωρουμένων καὶ ἐκ τῆς εὐαρ μοστίας τῶν οὐρανίων θαυμάτων τὸ πρωτότυπον κάλλος ἰδεῖν ἐπεθύμησεν, οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα προϊὼν τῷ λογισμῷ κατελάμβανεν, εἴτε δύναμιν εἴτε ἀγαθότητα εἴτε τὸ ἀνάρχως εἶναι εἴτε τὸ πρὸς οὐδὲν πέρας ὁρίζεσθαι εἴτε τι τοιοῦτον ἕτερον νόημα περὶ τὴν θείαν φύσιν εὑρί σκεται, πάντα ἐφόδια πρὸς τὴν ἄνω πορείαν καὶ ὑποβάθρας ποιούμενος καὶ ἀεὶ τοῖς εὑρισκομένοις ἐπερειδόμενος καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος καὶ τὰς καλὰς ἐκείνας ἀνα βάσεις, καθώς φησιν ὁ προφήτης, ἐν τῇ καρδίᾳ διατιθέ μενος καὶ πᾶν τὸ καταλαμβανόμενον ὑπὸ τῆς ἰδίας δυνά μεως ὡς τοῦ ζητουμένου μικρότερον ὑπερβαίνων, ἐπειδὴ πᾶσαν ἐν ταῖς περὶ τοῦ θεοῦ ὑπολήψεσι τὴν ἐξ ὀνόματος γινομένην τῆς φύσεως εἰκασίαν παρέδραμεν, ἐκκαθήρας τὸν λογισμὸν τῶν τοιούτων ὑπονοιῶν ἀμιγῆ τε καὶ καθαρὰν πάσης ἐννοίας τὴν πίστιν ἀναλαβών, τοῦτο