96
ἐπιδεικνύμενος. Εἰκότα δὲ καὶ ὅμοια ταῖς ἀρχαῖς καὶ τὰ τέλη αὐτῷ τῆς ἐξ ἀνθρώπων ἀπαλλαγῆς ἐνεχειρεῖτο. καὶ γὰρ μέχρι θανάτου καὶ αὐτῶν νεκρῶν οἱ τῆς φιλανθρωπίας αὐτὸν ἐκάλουν νόμοι, ὡς ἂν καὶ τῶν πάλαι τεθνεώτων τὰς ψυχὰς ἀνακαλέσοιτο, 4.12.2 ὅτι δὴ τῶν ἐξ αἰῶνος ἁπάντων αὐτῷ τῆς σωτηρίας ἔμελεν. καὶ ὅπως «διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου», ᾗ τὰ θεῖα παιδεύει λόγια, κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός. 4.12.3 φωνήσας γοῦν μέγα, καὶ «τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα» εἰπών, ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περιμείνας προσιέναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα μᾶλλον δ' ὑπὸ πόδα χωροῦντα καὶ ἀποφεύγοντα διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημένοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος. 4.12.4 ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ «εἰς τὴν ἁγίαν» καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς· «κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου». 4.12.5 καὶ αὐτὸς δ' ὁ τῶν ὅλων σωτὴρ καὶ κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, νικηφόρος λεγόμενος, ἐν ταῖς προφητικαῖς προρρήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχάς, δι' ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων· «ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.» 4.12.6 Τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»· δευτέραν δέ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα»· 4.12.7 τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο· 4.12.8 πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς ἀλλ' αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσαιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς αὐτοῦ καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρύξαι. 4.12.9 αὐτίκα δ' οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὐτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὐτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐτοῦ θείας δυνάμεως ἐνέπλησε, πᾶν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἕνα τοῖς πᾶσιν Ἕλλησίν τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μηκέτ' αὐτοῖς ἐπιμένοιεν, μίαν δὲ τοῖς πᾶσιν σωτηρίας ἐλπίδα, δι' ἧς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας, ὑπισχνούμενον. 4.13.1 Οὕτω δὴ τούτων ἐχόντων οὐ δεῖ ταράττεσθαι τὸν νοῦν, γένεσιν καὶ σῶμα καὶ πάθη καὶ θάνατον περὶ τὸν ἄυλον καὶ ἀσώματον τοῦ θεοῦ λόγον ἀκούοντα. ὡς γὰρ οὐδ' ἡλιακοῦ φωτὸς πάθοιέν ἂν τι ἀκτῖνες τὰ πάντα πληροῦσαι καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ δύναμις οὔτ' ἂν πάθοι τὴν οὐσίαν οὔτ' ἂν βλαβείη οὔτ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη. 4.13.2 τί γάρ; οὐχὶ καί,