96
σημεῖον ἐποιή σατο τῆς τοῦ θεοῦ ἐπιγνώσεως ἀπλανές τε καὶ ἔκδηλον, τὸ κρείττω καὶ ὑψηλότερον παντὸς γνωριστικοῦ σημείου τὸν θεὸν εἶναι πιστεῦσαι. 2.1.90 ∆ιά τοι τοῦτο μετὰ τὴν ἐπιπεσοῦσαν ἐκείνην ἔκστασιν ἐκ τῶν ὑψηλῶν θεαμάτων πάλιν εἰς τὴν ἀνθρωπίνην κατα κύψας ἀσθένειαν Ἐγὼ δέ εἰμι, φησί, γῆ καὶ σποδός, τουτέ στιν ἄφωνός τε καὶ ἀνενέργητος ὡς πρὸς τὴν τοῦ νοηθέντος 2.1.91 ἀγαθοῦ ἑρμηνείαν. ἡ γὰρ γῆ δοκεῖ μοι καὶ ἡ τέφρα τὸ ἄψυχον καὶ τὸ ἄγονον ἅμα διασημαίνειν, καὶ οὕτω νόμος πίστεως γίνεται τῷ μετὰ ταῦτα βίῳ, διδάσκων τῇ κατ' αὐτὸν ἱστορίᾳ τοὺς τῷ θεῷ προσιόντας ὅτι οὐκ ἔστιν ἄλ λως προσεγγίσαι θεῷ, μὴ πίστεως μεσιτευούσης καὶ συν απτούσης δι' ἑαυτῆς τὸν ἐπιζητοῦντα νοῦν πρὸς τὴν ἀκατά 2.1.92 ληπτον φύσιν. καταλιπὼν γὰρ τὴν ἐκ τῆς γνώσεως πολυπραγμοσύνην Ἐπίστευσε, φησίν, Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. οὐκ ἐγράφη δὲ δι' ἐκεῖνον, ὁ ἀπόστολος λέγει, ἀλλὰ δι' ἡμᾶς, ὅτι τὴν πίστιν, οὐχὶ τὴν γνῶσιν ὁ θεὸς εἰς δικαιοσύνην τοῖς ἀνθρώ 2.1.93 ποις λογίζεται. ἡ μὲν γὰρ γνῶσις ὥσπερ ἐμπειρικήν τινα τὴν διάθεσιν ἔχει, μόνῳ τῷ γινωσκομένῳ συντιθεμένη, ἡ δὲ τῶν Χριστιανῶν πίστις οὐχ οὕτως· οὐ γὰρ τῶν γινωσκο μένων, ἀλλὰ τῶν ἐλπιζομένων ἐστὶν ὑπόστασις. τὸ δὲ δια κρατούμενον οὐκ ἐλπίζεται· Ὃ γὰρ ἔχει τις, φησί, τί καὶ ἐλπίζει; τὸ δὲ διαφεῦγον τὴν κατανόησιν ἡμῶν ἡμέτερον ἡ πίστις ποιεῖ, διὰ τῆς ἰδίας βεβαιότητος ἐγγυωμένη τὸ μὴ φαινόμενον. οὕτω γάρ φησι περὶ τοῦ πιστοῦ ὁ ἀπόστολος ὅτι Τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. μάταιος οὖν ὁ διὰ γνώσεως τῆς μάτην φυσιούσης ἐπιγνῶναι τὴν θείαν οὐσίαν 2.1.94 δυνατὸν εἶναι λέγων. οὔτε γὰρ ἄνθρωπος οὕτω μέγας ὥστε ἐξισῶσαι τῷ κυρίῳ τὴν καταληπτικὴν ἑαυτοῦ δύναμιν (Τίς γὰρ ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ; φησὶν ὁ ∆αβίδ) οὔτε οὕτω μικρὸν τὸ ζητούμενον ὥστε ὑπὸ λογισμῶν ἀν θρωπίνης βραχύτητος περιληφθῆναι. ἄκουε τοῦ ἐκκλη σιαστοῦ συμβουλεύοντος μὴ ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου θεοῦ, ὅτι ὁ θεός, φησίν, ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ 2.1.95 τῆς γῆς κάτω. δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν περινοίας. ὅσον γὰρ ἀνώτερα τὰ ἄστρα τῆς τῶν δακτύλων ἁφῆς, τοσοῦτον μᾶλλον δὲ πολλαπλάσιον καὶ ἡ πάντα νοῦν ὑπερέχουσα φύσις τῶν λογισμῶν τῶν γηΐνων ὑπερανέστηκεν. 2.1.96 οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι' ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένου τὸ μεγαλοπρεπὲς εἶναι τοῦ θεοῦ πιστεύειν ἤ τισιν ὑπονοίαις τὴν δόξαν αὐτοῦ περιγράψαντα μηδὲν ὑπὲρ ἐκεῖνο οἴεσθαι. 2.1.97 Καὶ ἄλλως δ' ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυ πραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπ αφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων καταστοχάζεσθαι καί τινα τῶν ἀποκρύφων γνῶσιν ἐξ ἐπι νοίας ἀνθρωπίνων λογισμῶν ἐρευνᾶσθαι πάροδον καὶ ἀκο λουθίαν καὶ ταῖς διεψευσμέναις τῶν ὑπολήψεων δίδωσιν, διότι τῶν ἀγνοουμένων ὁ στοχασμὸς οὐ μόνον τὸ ἀληθές, ἀλλὰ καὶ αὐτὸ πολλάκις τὸ ψεῦδος ὡς ἀληθὲς ὑπολήψεται. 2.1.98 ὁ δὲ τῶν εὐαγγελίων καὶ τῆς προφητείας μαθητὴς ὅτι μὲν ἔστιν ὁ ὢν ἐξ ὧν ἀκήκοέ τε τῶν ἁγίων καὶ διὰ τῆς τῶν φαινομένων εὐαρμοστίας καὶ τῶν τῆς προνοίας ἔργων πι στεύει, τί δὲ καὶ ὅπως ἐστὶν ὡς ἀνωφελὲς ἅμα καὶ ἀνή νυτον οὐκ ἐξετάζων οὐδεμίαν δώσει τῷ ψεύδει κατὰ τῆς 2.1.99 ἀληθείας τὴν εἴσοδον. ἐν μὲν γὰρ τῷ πολυπραγμονεῖν καὶ ὁ παραλογισμὸς χώραν εὑρίσκει, πάσης δὲ πολυπραγμο σύνης ἀργούσης συναποκόπτεται πάντως καὶ ἡ τοῦ διαμαρ τάνειν ἀνάγκη. καὶ ὅτι ἀληθὴς ὁ λόγος, πάρεστιν ἐκ τού του μαθεῖν. πῶς αἱ τῶν ἐκκλησιῶν αἱρέσεις εἰς ποικίλας καὶ διαφόρους τὰς περὶ θεοῦ ὑπολήψεις ἀπεπλανήθησαν, ἄλλου κατ' ἄλλην τινὰ τῆς διανοίας κίνησιν ἑαυτὸν ἀπατή σαντος; πῶς αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶ περὶ τὸ 2.1.100 βάραθρον τοῦτο τῆς ἀσεβείας κατώλισθον; ἆρ' οὐχὶ πᾶσιν ἀσφαλέστερον ἦν κατὰ τὴν συμβουλὴν τῆς σοφίας μὴ ζη τεῖν τὰ βαθύτερα, ἀλλὰ δι' ἡσυχίας τὴν ἁπλῆν τῆς πί στεως παρακαταθήκην ἄσυλον ἑαυτοῖς ἀσφαλίζεσθαι; ἀλλ' ἐπειδὴ ὅλως ἀρχὴν ἔλαβεν ἡ τῶν ἀνθρώπων οὐθένεια τοῖς ἀπερινοήτοις ἐμβατεύειν εἰκῇ καὶ δόγμασι κρατύνειν τὰ τῆς ματαίας αὐτῶν οἰήσεως παρευρήματα, ἐντεῦθεν ὁ πολὺς κατάλογος τῶν τῇ ἀληθείᾳ προσπολεμούντων, καὶ αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶν οἱ δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν οἱ εἰς περιγραφήν τινα τὸ θεῖον ἄγοντες, μονονουχὶ φανερῶς εἰδωλοποιοῦντες ἑαυτῶν τὴν ὑπόνοιαν ἐν τῷ τὴν ἐμφαινομένην τῇ 20ἀγεννησίᾳ20 διάνοιαν ταύτην θεο ποιεῖν, ὡς οὐχὶ κατά τινα λόγον ἐπιθεωρουμένην τῇ θείᾳ 2.1.101 φύσει, ἀλλ' αὐτὴν οὖσαν θεὸν ἢ οὐσίαν θεοῦ. καίτοι γε ἴσως