97
ἐχρῆν πρὸς τὸν τῶν ἁγίων χορὸν ἀποβλέποντας, τοὺς προφήτας λέγω καὶ πατριάρχας, οἷς πολυμερῶς καὶ πολυ τρόπως ὁ τῆς ἀληθείας ἐνεφθέγξατο λόγος, καὶ μετὰ ταῦτα τοὺς αὐτόπτας τε καὶ ὑπηρέτας γενομένους τοῦ λόγου, δυσ ωπηθῆναι μὲν τὴν ἀξιοπιστίαν τῶν ὑπ' αὐτοῦ μαρτυρη θέντων τοῦ πνεύματος, ἐμμένειν δὲ τοῖς ὅροις τῆς ἐκείνων διδασκαλίας καὶ γνώσεως καὶ μὴ ἐπιτολμᾶν τούτοις, ὧν ἡ 2.1.102 τῶν ἁγίων κατάληψις οὐκ ἐφήψατο. ἐκεῖνοι γὰρ ἀγνοού μενον τέως τὸν θεὸν τῇ ἀνθρωπίνῃ ζωῇ διὰ τὴν ἐπικρα τοῦσαν τότε περὶ τὰ εἴδωλα πλάνην ἐμφανῆ καὶ γνώριμον τοῖς ἀνθρώποις ποιοῦντες ἔκ τε τῶν θαυμάτων, ἃ τοῖς παρ' αὐτοῦ γεγενημένοις ἐμφαίνεται, καὶ ἐκ τῶν ὀνομάτων, δι' ὧν τὸ ποικίλον τῆς θείας δυνάμεως κατανοεῖται, πρὸς τὴν σύνεσιν τῆς θείας φύσεως χειραγωγοῦσι, τὴν μεγαλοπρέ πειαν μόνην τῶν περὶ τὸν θεὸν θεωρουμένων τοῖς ἀνθρώ ποις γνωρίζοντες· τὸν δὲ τῆς οὐσίας λόγον ὡς οὔτε δυνατὸν χωρηθῆναι οὔτε τι φέροντα τοῖς πολυπραγμονοῦσι τὸ κέρδος 2.1.103 ἄρρητον ἀφῆκαν καὶ ἀνεξέταστον. καὶ γὰρ καὶ τὰ ἄλλα πάντα ὅτι μὲν γέγονε διηγήσαντο, οὐρανὸν γῆν θάλασσαν χρόνους αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν, ὅ τι δὲ τούτων ἕκαστον καὶ ὅπως καὶ ὅθεν ἀπεσιώπησαν· οὕτω καὶ περὶ τοῦ θεοῦ Ὅτι μὲν ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαπο δότης γίνεται, συμβουλεύουσι πείθεσθαι, τὴν δὲ φύσιν αὐτὴν ὡς ὑπὲρ πᾶν οὖσαν ὄνομα οὔτε ὠνόμασαν οὔτε ἠμέλλησαν. 2.1.104 εἰ γάρ τι πρὸς δήλωσιν τῆς θείας κατανοήσεως μεμαθή καμεν ὄνομα, πάντα ταῦτα κοινωνίαν ἔχει καὶ ἀναλογίαν πρὸς τὰ τοιαῦτα τῶν ὀνομάτων, ἃ τοῦ τινὸς ἀνθρώπου τὴν ἰδιότητα δείκνυσιν. ὡς γὰρ οἱ τὸν ἀγνοούμενον διά τινων γνωρισμάτων δηλοῦντες εὐπατρίδην αὐτόν, ἂν οὕτω τύχῃ, καὶ τῶν εὖ γεγονότων λέγουσιν εἶναι καὶ λαμπρὸν ἐν πλούτῳ καὶ ἐν ἀξίᾳ περίβλεπτον ἀνθοῦντά τε τῇ ὥρᾳ καὶ ἐπὶ τόσον διανεστηκότα τῷ σώματι, καὶ τὰ τοιαῦτα λέγοντες οὐ τὴν φύσιν τοῦ δηλουμένου, ἀλλά τινα γνωρίσματα τῶν περὶ αὐτὸν γινωσκομένων ἐδήλωσαν (οὔτε γὰρ τὸ εὐγενὲς οὔτε τὸ πολυχρήματον οὔτε τὸ περιφανὲς τοῦ ἀξιώματος οὔτε τὸ κατὰ τὴν ὥραν περίβλεπτον ἡ ἀνθρωπότης ἐστίν, ἀλλ' 2.1.105 ἕκαστον τούτων περὶ τὸν τινὰ θεωρεῖται)· οὕτως καὶ πᾶσαι φωναὶ <αἱ> παρὰ τῆς ἁγίας γραφῆς εἰς δοξολογίαν θείαν ἐξευρημέναι τῶν περὶ τὸν θεόν τι δηλουμένων ἀποσημαί νουσιν, ἰδίαν ἔμφασιν ἑκάστη παρεχομένη, δι' ὧν ἢ τὸ δυνατὸν ἢ τὸ τοῦ χείρονος ἀνεπίδεκτον ἢ τὸ μὴ ἐξ αἰτίας εἶναι ἢ τὸ μὴ εἰς περιγραφὴν τέλους ἔρχεσθαι ἢ τὸ κατὰ πάντων ἔχειν τὸ κράτος ἢ ὅλως τι τῶν περὶ αὐτὸν διδασκό μεθα· αὐτὴν δὲ τὴν οὐσίαν ὡς οὔτε διανοίᾳ τινὶ χωρητὴν οὔτε λόγῳ φραστὴν ἀπολυπραγμόνητον εἴασε, σιωπῇ τιμᾶσθαι νομοθετήσασα ἐν τῷ κωλύειν τῶν βαθυτέρων τὴν ζήτησιν καὶ ἐν τῷ λέγειν μὴ δεῖν ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου θεοῦ. 2.1.106 ∆ιὰ τοῦτο πᾶσάν τις θεόπνευστον φωνὴν ἐρευνώμενος οὐκ ἂν εὕροι τῆς θείας φύσεως τὴν διδασκαλίαν οὐδὲ μὴν ἄλλου τινὸς τῶν κατ' οὐσίαν ὑφεστηκότων· ὅθεν ἐν ἀγνοίᾳ πάντων διάγομεν πρῶτον ἑαυτοὺς ἀγνοοῦντες οἱ ἄνθρωποι, 2.1.107 ἔπειτα δὲ καὶ τὰ ἄλλα πάντα. τίς γὰρ ἔστιν ὃς τῆς ἰδίας ἑαυτοῦ ψυχῆς ἐν καταλήψει γεγένηται, τίς ὁ ἐπιγνοὺς αὐτῆς τὴν οὐσίαν, ὑλική τίς ἐστιν ἢ ἄϋλος, καθαρῶς ἀσώματος ἤ τι καὶ σωματοειδὲς περὶ αὐτὴν θεωρεῖται, πῶς γίνεται πῶς κίρναται, πόθεν εἰσκρίνεται πῶς ἀφίσταται, τί τὸ συν δεσμοῦν καὶ μεσιτεῦον ἔχει πρὸς τὴν τοῦ σώματος φύσιν, πῶς ἡ ἀναφής τε καὶ ἀσχημάτιστος ἰδίᾳ τινὶ περιγραφῇ περιείληπται, τίς ἡ κατὰ τὰς ἐνεργείας διαφορά, πῶς ἡ αὐτὴ καὶ ὑπὲρ τὸν οὐρανὸν ἀνατείνεται τῇ πολυπραγμοσύνῃ τῶν ἀοράτων καὶ πρὸς τὰ ὑλικὰ πάθη κατολισθαίνει τῷ βάρει τοῦ σώματος καθελκομένη, θυμόν τε καὶ φόβον, λύπην τε καὶ ἡδονήν, ἔλεον καὶ ἀπήνειαν, ἐλπίδα καὶ μνή μην, δειλίαν καὶ θράσος, φιλίαν καὶ μῖσος καὶ πάντα τὰ 2.1.108 ἐναντίον ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς ἐνεργούμενα; τίς ἄρα κατανοήσας οὐκ ἐλογίσατο, μή τινα δῆμον ψυχῶν ἐν ἑαυτῷ συγκεκροτημένον ἔχοι, πάμπολυ τῶν εἰρημένων ἑκάστου πρὸς τὰ λοιπὰ διαφέροντος καί, καθ' ὃ ἂν ἐπικρατῇ, τὴν κατὰ πάντων ἔχοντος δυναστείαν, ὡς καὶ αὐτὸ τὸ λογιστικὸν ταῖς ἐπικρατήσεσι τῶν τοιούτων κινημάτων ὑποκύπτειν καὶ ὑποτάσσεσθαι καὶ τὴν παρ' ἑαυτοῦ συνεργίαν πρὸς τὰς τοι αύτας ὁρμὰς οἷον δεσπότῃ τινὶ τυραννικῶς συνεισφέρειν; 2.1.109 τὸ οὖν πολυμερὲς καὶ πολυειδὲς τοῦτο τῶν κατὰ ψυχὴν νοουμένων τίς ὁ διδάξας ἡμᾶς ἐκ τῆς θεοπνεύστου γραφῆς λόγος, πότερον ἕν τί ἐστιν ἐξ ἁπάντων συγκεκραμένον, καὶ τίς ἡ τῶν ἐναντίων πρὸς ἄλληλα κρᾶσις καὶ σύμπνοια, ὡς 2.1.110 ἓν πρᾶγμα τὰ πολλὰ γενέσθαι; ἀλλ' ἕκαστον τούτων κατ' ἰδίαν νοούμενον οἷον ἐν πολυχώρῳ τινὶ ἀγγείῳ τῇ ψυχῇ κατακέκλεισται; καὶ πῶς οὐκ ἀεὶ πάντων ὡς ἐγκειμένων τὴν αἴσθησιν ἔχομεν, θαρροῦντες ἅμα καὶ δειλαινόμενοι μισοῦντές τε κατὰ