1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

98

εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας, ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας, πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας, συνεχώρει. 4.13.8 φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας ἢ πηλοῦσθαι, οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια. 4.13.9 ὁ δέ γε ἄυλος καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ δἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. ταύτῃ τοι καὶ σώματος οὗ δἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάνθ' ὅσα ὑπεξίσταται, 4.13.10 ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. οὕτω δῆτα καὶ τὸ νεκρόν, τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψαμένης, ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, «τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν». 4.14.1 Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος ὑπὸ τῆς θεότητος «κατεπίνετο», καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος, οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον «ἀπαρχὴν» τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ' αὐτῷ ζωῆς ἀϊδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ' αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων; Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι' ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος. 4.15.2 οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ' Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ' ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι' ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο. 4.15.3 πρῶτα δὲ σκεψόμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγορίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν κατὰ τὸν τόπον ζητουμένων. 4.15.4 ἄλλος μὲν οὖν, ἐγγύθεν καὶ ἐκ τῶν καθ' ἡμᾶς ἀρξάμενος, εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες· 4.15.5 ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ' ἑκάστην ἡμέραν τοὺς ἱερέας χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύηται. 4.15.6 διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσιν παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ. 4.15.7 ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθεστῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας. 4.15.8 ὁ γάρ τοι