98
ταὐτὸν καὶ ἡδόμενοι καὶ τῶν ἄλλων πάν των συγκεχυμένην καὶ ἀναμεμιγμένην ἔνδον τὴν κίνησιν ἔχοντες, ἀλλ' ἀνὰ μέρος αὐτῶν τὴν δυναστείαν ἐπιγινώσκο μεν, ὅταν ἐπικρατήσῃ τι τούτων ἡσυχαζόντων τῶν ἄλλων; 2.1.111 τίς δὲ ὅλως καὶ ἡ σύνθεσις καὶ ἡ διάθεσις αὕτη καὶ ἡ πολύκενος ἐν ἡμῖν εὐρυχωρία, ὥστε ἑκάστῳ τὴν ἰδίαν χώραν ἀποταχθῆναι οἷόν τισι μέσοις διατειχίσμασι κωλυο μένῳ πρὸς τὴν ἐπιμιξίαν τοῦ γείτονος; αὐτὸ δὲ τοῦτο, εἰ κατ' οὐσίαν ὑφέστηκεν ὁ θυμὸς ἢ ὁ φόβος ἢ καὶ τὰ λοιπὰ τῶν εἰρημένων ἤ τινες ἀνυπόστατοι κινήσεις τυγχάνουσι, τίς 2.1.112 ὁ διερμηνεύσας λόγος; εἰ μὲν γὰρ ὑφεστήκασιν, οὐ μία ψυχή, καθὼς εἴρηται, ἀλλά τι συγκρότημα ψυχῶν ἐν ἡμῖν περιείληπται, ἑκάστου τούτων εἰς ἰδιάζουσαν καὶ περιγε γραμμένην ψυχὴν ἀποκεκριμένου. εἰ δέ τινα κίνησιν ἀνυ πόστατον οἴεσθαι χρὴ ταῦτα εἶναι, πῶς κατακρατεῖ καὶ δυναστεύει ἡμῶν τὸ ἀνύπαρκτον καθάπερ ἐκ τυραννίδος ἡμᾶς δουλωσάμενον, ὅτιπερ ἂν τούτων κατακρατῆσαν τύχῃ; 2.1.113 καὶ εἰ νοητόν τί ἐστιν ἡ ψυχή, πῶς ἐν τῷ νοητῷ θεωρεῖται τὸ πολυμερές τε καὶ σύνθετον, ἰδίως τῆς τοιαύτης ἐννοίας παρὰ τὰς σωματικὰς ταύτας ποιότητας θεωρουμένης; ἡ δὲ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἥ τε ὀρεκτικὴ καὶ θρε πτικὴ καὶ ἀλλοιωτικὴ καὶ τὸ πάντα μὲν τὰ τοῦ σώματος τρέφεσθαι, μὴ διὰ πάντων δὲ διήκειν τὴν αἴσθησιν, ἀλλ' ἐπίσης τοῖς ἀψύχοις ἔνια τῶν ἐν ἡμῖν ἀμοιρεῖν τῆς αἰσθή σεως, ὀστέων καὶ χόνδρων ὀνύχων τε καὶ τριχῶν καὶ τρε 2.1.114 φομένων καὶ οὐκ αἰσθανομένων; τὴν οὖν ἡμιτελῆ τῆς ψυχῆς ἐπὶ τούτων ἐνέργειαν τίς ὁ κατανοήσας, εἰπέ μοι; 2.1.115 Καὶ τί περὶ τῆς ψυχῆς λέγω; ἀλλ' οὐδὲ τῆς σαρκὸς αὐτῆς τὸ τὰς σωματικὰς ἀναδεδεγμένον ποιότητας ἐναργεῖ τινι καταλήψει μέχρι τοῦ δεῦρο τεθήραται. ἐὰν γάρ τις τῷ λόγῳ τὸ φαινόμενον εἰς τὰ ἐξ ὧν σύγκειται διαλύσῃ καὶ ψιλώσας τῶν ποιοτήτων ἐφ' ἑαυτοῦ κατανοῆσαι φιλονικήσῃ τὸ ὑπο 2.1.116 κείμενον, τί καταλειφθήσεται τῇ θεωρίᾳ, οὐ συνορῶ. ὅταν γὰρ ἀφέλῃς τοῦ σώματος τὸ χρῶμα, τὸ σχῆμα, τὴν ἀντιτυπίαν, τὸ βάρος, τὴν πηλικότητα, τὴν ἐπὶ τόπου θέσιν, τὴν κίνησιν, τὴν παθητικήν τε καὶ ἐνεργητικὴν διάθεσιν, τὸ πρός τί πως ἔχειν, ὧν ἕκαστον οὐδὲν ἐφ' ἑαυτοῦ σῶμά ἐστι, περὶ δὲ τὸ σῶμα τὰ πάντα, τί λοιπὸν ἔσται, ὃ τὸν τοῦ σώματος δέχεται λόγον, οὔτε δι' ἑαυτῶν συνιδεῖν ἔχομεν οὔτε παρὰ 2.1.117 τῆς γραφῆς μεμαθήκαμεν. ὁ δ' ἑαυτὸν ἀγνοῶν πῶς ἄν τι τῶν ὑπὲρ ἑαυτὸν ἐπιγνοίη; καὶ ὁ τῇ περὶ ἑαυτοῦ ἀγνοίᾳ προειθισμένος ἆρ' οὐχὶ φανερῶς δι' αὐτοῦ τούτου διδά σκεται πρὸς μηδὲν τῶν ἔξωθεν ἀποκεκρυμμένων ξενίζεσθαι; διὰ τοῦτο καὶ τὰ τοῦ κόσμου στοιχεῖα τῇ μὲν αἰσθήσει τοσοῦτον γινώσκομεν, ὅσον τὸ ἀφ' ἑκάστου χρήσιμον πρὸς τὴν ζωὴν ἡμῶν δέχεσθαι, τὸν δὲ τῆς οὐσίας αὐτῶν λόγον 2.1.118 οὔτε ἐμάθομεν οὔτε τὸ μὴ εἰδέναι ζημίαν ποιούμεθα. τί γάρ μοι πολυπραγμονεῖν τοῦ πυρὸς τὴν φύσιν, πῶς ἐκτρί βεται, πῶς ἐξάπτεται, πῶς τῆς παρακειμένης δρασσόμενον ὕλης οὐ πρότερον ἀποχωρεῖ πρὶν διαφαγεῖν καὶ ἐξαναλῶσαι τὸ ὑποκείμενον, πῶς λανθάνει ὁ σπινθὴρ τῷ λίθῳ ἐγκεί μενος, πῶς ψυχρὸς ὢν τοῖς ἁπτομένοις ὁ σίδηρος ἀπογεννᾷ τὴν φλόγα, πῶς τριβόμενα πρὸς ἑαυτὰ τὰ ξύλα πῦρ ἀνα δίδωσι, πῶς ἀπαυγάζον ἐν ἡλίῳ τὸ ὕδωρ φλόγα ποιεῖ, τῆς τε ἐπὶ τὸ ἄνω φορᾶς τὴν αἰτίαν καὶ τὴν ἀεικίνητον δύναμιν καὶ πάντα τὰ τοιαῦτα παρέντες πολυπραγμονεῖν τε καὶ ἐξετάζειν μόνον τὸ ἀπ' αὐτοῦ χρήσιμον εἰς τὸν βίον ἑαυτῶν ἐνοήσαμεν, εἰδότες ὅτι οὐδὲν ἔλαττον ἔχει τοῦ πολυπραγμο νοῦντος ὁ ἀπραγμόνως τὴν ὠφέλειαν δεχόμενος. 2.1.119 ∆ιὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλοφωνίᾳ τῶν κατ' αὐτὸν δογμάτων ὑπερηχήσας τὰ προλαβόντα κη ρύγματα τοῦτο νοήσας ἐπὶ τέλει τῆς εὐαγγελικῆς ἱστορίας εἰπεῖν ὅτι πολλά ἐστι τὰ ὑπὸ τοῦ κυρίου γεγενημένα Ἅτινα, φησίν, ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία, οὐ πάντως ταῦτα λέγων τὰ 2.1.120 κατὰ τὰς ἰάσεις θαύματα· τούτων γὰρ οὐδὲν ἀφῆκεν ἀμνη μόνευτον ἡ ἱστορία, εἰ καὶ μὴ ἐπ' ὀνόματος πάντων τῶν τεθεραπευμένων τὴν μνήμην πεποίηται· ὅταν γὰρ λέγῃ νεκροὺς ἐγείρεσθαι, τυφλοὺς ἀναβλέπειν, κωφοὺς ἀκούειν, χωλοὺς περιπατεῖν, καὶ πάλιν ἰᾶσθαι πᾶσαν μαλακίαν, οὐδὲν διὰ τούτων ἀνιστόρητον τῶν θαυμάτων ἀπέλιπε, ταῖς καθολικαῖς ἐννοίαις ἐμπεριλαβὼν τὰ καθ' ἕκαστον· ἀλλ' ἐκεῖνο τάχα τῷ βάθει τῆς γνώσεως ὁ εὐαγγελιστὴς λέγει, ὅτι τὸ μεγαλεῖον τοῦ υἱοῦ τοῦ θεοῦ οὐκ ἐκ τῶν διὰ σαρκὸς 2.1.121 θαυματοποιηθέντων μόνον γινώσκειν χρή· μικρὰ γὰρ ταῦτα ὡς πρὸς τὴν λοιπὴν μεγαλουργίαν ἐξεταζόμενα. σὺ δὲ ἀνάβλεψον εἰς τὸν οὐρανόν, ἰδὲ τὰ ἐν αὐτῷ κάλλη, μετέ νεγκε τὴν διάνοιαν ἐπὶ τὸ πλάτος τῆς γῆς, ἐπὶ τὰ βάθη τοῦ ὕδατος, πάντα τὸν κόσμον τῇ διανοίᾳ λαβὼν καὶ τὴν ὑπερκόσμιον