99
θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ' οὐδένα τρόπον ἑτέραν τῆς ἑτέρας προυτίμησεν, τὰ πάντα εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης, οὔποτε ἑστώσης οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ' αὐτὸ καθ' αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ' ἂν εἴη τὸ πάθος ψυχῆς. 4.15.9 μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρᾶς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἱ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι, τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ. 4.15.10 ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κρειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατόν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ' ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου, 4.15.11 ὅτι δὴ τοῦτ' αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμός, φήσας· «ὅρα ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν, τὴν διὰ τοῦ μύρου χρῖσιν ἐνομοθέτει. 4.15.12 ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχεν διάνοιαν· τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσιν δὲ σὺν τῷ εἶναι καὶ τὸ εὖ εἶναι δεδωρημένον, ἓν τοῦθ' ὁ παρ' Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἁπάντων δημιουργὸν θεόν. 4.15.13 τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγόν, τῆς ἀνωτάτω καὶ ἀγενήτου θεότητος, δύναμιν τὸ θεῖον πνεῦμα, οἰκείῳ καὶ προσφυεῖ συμβαλὼν παραδείγματι, ἔλαιον θεοῦ προσαγορεύει· διόπερ χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ. 4.15.14 ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ' ὃ ὁ καρπὸς τοῦ φυτοῦ παρίστησιν, τὸ πάσης ἀμιγὲς ὑγρᾶς ὕλης, φωτὸς αὐξητικόν, πόνων θεραπευτικόν, καμάτων ἀπαλλακτικόν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιόν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφή· «τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ». 4.15.15 τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα καὶ τῆς θεϊκῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, χριστὸν καὶ ἠλειμμένον ἀπεκάλεσεν. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦτον τὸν ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» 4.15.16 Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπ' αὐτὸ σύνοδον σημαίνει. ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγένητος τοῦ παμβασιλέως θεοῦ δύναμις, καθ' ὃ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἁπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται· καθ' ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταυτῷ περιληπτικὴ τυγχάνει, οἷον ποιητικῆς καὶ βασιλικῆς, προνοητικῆς τε καὶ κριτικῆς, φιλανθρώπου τε καὶ σωτηρίου, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῖσθαι τὸν ἀληθῆ