1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

99

μυστήριόν ἐστι, καὶ μέγα μυστήριον, ὅτι τὸν φύντα, τὸν γεννησάμενον, τὸν ἀναθρεψάμενον, τὴν ὠδινήσασαν, τὴν ταλαιπωρηθεῖσαν ἀφεὶς, τοὺς τὰ τοσαῦτα εὐεργετήσαντας, τοὺς ἐν συνηθείᾳ γενομένους, τῇ μηδὲ ὀφθείσῃ, μηδὲ κοινόν τι ἐχούσῃ πρὸς αὐτὸν προσκολλᾶται, καὶ πάντων αὐτὴν προτιμᾷ. Μυστήριον ὄντως ἐστί. Καὶ οἱ γονεῖς τούτων γινομένων οὐκ ἄχθονται, ἀλλὰ μὴ γινομένων μᾶλλον· καὶ χρημάτων ἀναλισκομένων καὶ δαπάνης γινομένης, ἥδονται. Ὄντως μέγα μυστήριον, ἀπόῤῥητόν τινα σοφίαν ἔχον. Τοῦτο ἄνωθεν προφητεύων ἐδήλου Μωϋσῆς· τοῦτο καὶ νῦν ὁ Παῦλος βοᾷ λέγων· Εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν οὐ δι' αὐτὸν εἴρηται μόνον οὕτως, ἀλλὰ καὶ διὰ τὴν γυναῖκα, ἵνα ὡς τὴν ἰδίαν σάρκα αὐτὴν θάλπῃ, ὡς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Οὐκέτι τὰ τῆς ἀγάπης τίθησι μόνον, ἀλλὰ τί; Ἵνα φοβῆται τὸν ἄνδρα. Ἀρχὴ δευτέρα ἐστὶν ἡ γυνή. Μήτε οὖν αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω· ὑπὸ γὰρ τὴν κεφαλήν ἐστι· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι, κἂν καταφρονῇ τοῦ σώματος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ' ἀντίῤῥοπον τῆς ὑπακοῆς εἰσαγέτω τὴν ἀγάπην. Ὥσπερ ἡ κεφαλὴ, καὶ τὸ σῶμα· τὸ μὲν αὐτῇ πρὸς διακονίαν παρέχον τὰς χεῖρας, τοὺς πόδας, τὰ λοιπὰ 62.141 πάντα μέλη· ἐκείνη δὲ αὐτοῦ προνοουμένη, πᾶσαν ἐν ἑαυτῇ αἴσθησιν ἔχουσα. Οὐδὲν ταύτης ἄμεινον τῆς συζυγίας. Καὶ πῶς ἂν γένοιτο ἀγάπη, φησὶ, φόβου ὄντος; Μάλιστα τότε ἂν γένοιτο. Ἡ γὰρ φοβουμένη καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα φοβεῖται ὡς κεφαλὴν, καὶ ἀγαπᾷ ὡς μέλος, ἐπεὶ καὶ ἡ κεφαλὴ μέλος τοῦ παντός ἐστι σώματος. ∆ιὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ. Ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο, οὐδὲ δημοκρατουμένης οἰκίας, οὐδὲ πάντων ἀρχόντων, ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχήν. Καὶ ταῦτα πανταχοῦ ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσιν ἄνδρες πνευματικοὶ, ἔσται εἰρήνη. Πεντακισχίλιαι ἦσαν ψυχαὶ, καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ὑπετάττοντο ἀλλήλοις. Τοῦτο δεῖγμα συνέσεως καὶ φόβου Θεοῦ. Τὸν μὲν οὖν τῆς ἀγάπης τρόπον ἔδειξε, τὸν δὲ τοῦ φόβου, οὐκέτι. εʹ. Καὶ ὅρα τὸν μὲν τῆς ἀγάπης πλατύνοντα, τὰ κατὰ Χριστὸν διηγούμενον, τὰ κατὰ τὴν σάρκα τὴν ἰδίαν, τὸ, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὴν μητέρα αὑτοῦ καὶ τὸν πατέρα· τὰ δὲ τοῦ φόβου οὐκέτι πλατύνει. Τί δήποτε; Ὅτι τοῦτο μᾶλλον βούλεται κρατεῖν, τὸ τῆς ἀγάπης. Ταύτης γὰρ οὔσης, πάντα ἕπεται τὰ ἄλλα· ἐκείνου δὲ ὄντος, οὐ πάντως. Ὁ μὲν γὰρ ἀγαπῶν τὴν γυναῖκα, κἂν μὴ σφόδρα ἔχῃ πειθηνίαν, πάντα ὅμως ὑποστήσεται· οὕτω δύσκολον καὶ χαλεπὸν ἡ ὁμόνοια, ὅταν μὴ τῇ τῆς τυραννίδος ἀγάπῃ ὦσι συνδεδεμένοι· ὁ μέντοι φόβος οὐ πάντως τοῦτο κατορθώσει. ∆ιὰ τοῦτο ἐνδιατρίβει τούτῳ πλέον, ὅπερ ἐστὶν ἰσχυρόν. Καὶ δοκοῦσα πλεονεκτεῖσθαι ἡ γυνὴ, ὅτι φοβεῖσθαι προσετάγη, πλεονεκτεῖ· τὸ γὰρ κυριώτερον ὁ ἀνὴρ προστέτακται, τὸ ἀγαπᾷν. Τί οὖν, ἂν μὴ φοβῆται, φησὶν, ἡ γυνή; Σὺ ἀγάπα, τὸ σαυτοῦ πλήρου. Καὶ γὰρ ἂν τὰ παρὰ τῶν ἄλλων μὴ ἕπηται, τὰ παρ' ἡμῶν ἕπεσθαι δεῖ. Οἷόν τι λέγω· Ὑποτασσόμενοι, φησὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τί οὖν, ἂν ὁ ἕτερος μὴ ὑποτάσσηται; Σὺ πείθου τῷ νόμῳ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐνταῦθα· ἡ γοῦν γυνὴ κἂν μὴ ἀγαπᾶται, ὅμως φοβείσθω, ἵνα μηδὲν ᾖ παρ' αὐτῇ γεγονός· ὅ τε ἀνὴρ, ἂν μὴ φοβῆται ἡ γυνὴ, ὅμως ἀγαπάτω, ἵνα μηδὲν αὐτὸς ὑστερῇ· ἕκαστος γὰρ τὸ ἴδιον ἀπέλαβεν. Ἄρα γάμος ἐστὶν οὗτος γινόμενος κατὰ Χριστὸν, γάμος πνευματικὸς καὶ γέννησις πνευματικὴ, οὐκ ἐξ αἱμάτων, οὐκ ἐξ ὠδίνων. Τοιαύτη καὶ ἡ τοῦ Ἰσαάκ· ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ ἐξέλιπε παραγίνεσθαι Σάῤῥᾳ τὰ γυναικεῖα αὐτῆς. Καὶ ὁ γάμος οὐκ ἀπὸ πάθους οὐδὲ σωμάτων, ἀλλὰ πνευματικὸς ὅλος, ψυχῆς πρὸς Θεὸν συναπτομένης συνάφειαν ἄῤῥητον, καὶ μόνος οἶδεν αὐτός. ∆ιὰ τοῦτό φησιν· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ὅρα πῶς σπουδάζει καὶ τὴν σάρκα ἑνῶσαι τῇ σαρκὶ, καὶ τὸ πνεῦμα τῷ πνεύματι. Ποῦ οἱ αἱρετικοί; Οὐκ ἂν, εἰ τῶν διαβεβλημένων ὁ γάμος ἦν, νύμφην καὶ νυμφίον ἐκάλεσεν· οὐκ ἂν προτρέπων