100
ἐστὶ τῷ λέγειν δίκαιόν τε εἶναι καὶ φθορὰν μὴ 2.1.133 προσδέχεσθαι. οὕτω καὶ τὰ λοιπὰ τῶν ὀνομάτων τῇ ποιᾷ μεταλήψει τῆς σημασίας πρὸς ἑκατέραν τὴν ἔμφασιν ἐπι τηδείως ἔχειν φαμέν, οἷον τὸ ἀγαθὸν καὶ ἀθάνατον καὶ πάντα τὰ κατὰ τὸν ὅμοιον ἐκφερόμενα τύπον. δύναται γὰρ ἕκαστον αὐτῶν ἄλλως καὶ ἄλλως μεταληφθὲν καὶ τὸ προσὸν καὶ τὸ μὴ προσὸν ἐπὶ τῆς θείας ἐνδείξασθαι φύσεως, ὥστε τοῦ σχήματος τῶν ὀνομάτων ὑπαλλασσομένου τὴν εὐσεβῆ 2.1.134 περὶ τὸ ὑποκείμενον διάνοιαν μένειν ἀκίνητον. ταὐτὸν γάρ ἐστιν ἀνεπίδεκτόν τε πονηρίας τὸν θεὸν εἰπεῖν καὶ ἀγαθὸν ὀνομάσαι, καὶ ἀθάνατον ὁμολογῆσαι καὶ ἀεὶ ζῶντα εἰπεῖν· οὐδεμίαν γὰρ ἐν τούτοις κατὰ τὸ σημαινόμενον διαφορὰν ἐννοοῦμεν, ἀλλ' ἓν δι' ἑκατέρων τῶν λόγων ἀποσημαίνομεν, 2.1.135 κἂν τὸ μὲν θέσιν τὸ δὲ ἀναίρεσίν τινος ἔχειν δοκῇ. ὡσ αύτως καὶ πάντων ἀρχὴν λέγοντες τὸν θεὸν καὶ πάλιν ἄν αρχον ὀνομάζοντες οὐδὲν κατὰ τὰς ἐννοίας μαχόμεθα, καθ' ἑκάτερον τῶν λεγομένων ἀρχηγὸν καὶ αἴτιον εἶναι τοῦ παντὸς ἀποφαίνοντες· ὥστε κἂν ἄναρχον εἴπωμεν κἂν τοῦ παντὸς ἀρχηγέτην, τῷ μὲν τὸ μὴ προσόν, τῷ δευτέρῳ δὲ τὸ προσὸν παρεστήσαμεν, δυνατοῦ ὄντος καθὼς εἴρηται διὰ τῆς τῶν σημαινομένων ὑπαλλαγῆς μεταλλάξαι πρὸς τὸ ἐναν τίον τὰς τῶν ὀνομάτων ἐμφάσεις καὶ τῷ νῦν ἀπεμφαίνοντι τέως ὀνόματι διά τινος μετασχηματισμοῦ τὸ προσὸν γνωρι 2.1.136 σθῆναι καὶ τῷ ἑτέρῳ τὸ ἕτερον. ἔξεστι γὰρ ἀντὶ τοῦ ἀρχὴν αὐτὸν μὴ ἔχειν εἰπεῖν τὸ ἀρχὴν αὐτὸν τοῦ παντὸς εἶναι ὁρίσασθαι, καὶ ἀντὶ τούτου πάλιν τὸ μόνον αὐτὸν ἀγεννή τως ὁμολογεῖν ὑφεστάναι· ὥστε τὰ μὲν ῥήματα δοκεῖν τῇ τοῦ σχήματος ἐξαλλαγῇ διαφόρως ἔχειν πρὸς ἄλληλα, τὸν δὲ νοῦν τοῖς λεγομένοις ἕνα καὶ τὸν αὐτὸν διαμένειν. τὸ γὰρ σπουδαζόμενον ἐν τοῖς περὶ θεοῦ λόγοις ἐστὶν οὐχὶ ῥημάτων εὐφωνίαν εὔκροτόν τε καὶ ἐναρμόνιον ἐπινοῆσαι, ἀλλ' εὐσεβῆ διάνοιαν ἐξευρεῖν δι' ἧς τὸ πρέπον τῇ ὑπολήψει τῇ περὶ θεοῦ φυλαχθήσεται. 2.1.137 Ἐπειδὴ τοίνυν εὐσεβές ἐστι λογίζεσθαι τὸν τοῦ παντὸς αἴτιον αὐτὸν αἰτίαν ὑπερκειμένην μὴ ἔχειν, ταύτης ἡμῖν ἐρηρεισμένως τῆς διανοίας μενούσης τίς ἔτι περὶ τὰ ῥήματα τοῖς νοῦν ἔχουσιν καταλείπεται μάχη, πάσης φωνῆς, καθ' ἣν τὸ τοιοῦτον ἐξαγγέλλεται νόημα, τὸ αὐτὸ παριστώσης; εἴτε γὰρ ἀρχὴν αὐτὸν καὶ αἴτιον τοῦ παντὸς εἶναι λέγοις εἴτε ἄναρχον αὐτὸν ὀνομάζοις εἴτε ἀγεννήτως εἶναι εἴτε ἐξ ἀϊδίου ὑφεστάναι εἴτε τοῦ παντὸς αἴτιον εἴτε ἐξ οὐδενὸς αἰτίου μόνον, πάντα τὰ τοιαῦτα ἰσοστάσιά πως ἀλλήλοις ἐστὶ κατὰ τὴν δύναμιν τῶν σημαινομένων καὶ ὁμοτίμως ἔχει τὰ ῥήματα, καὶ μάταιος ὁ ζυγομαχῶν περὶ τὸν τοιόνδε τῆς φωνῆς ἦχον, ὡς οὐχὶ τῇ διανοίᾳ, ταῖς δὲ συλλαβαῖς καὶ 2.1.138 τοῖς φθόγγοις ἐγκειμένης τῆς εὐσεβείας. ταύτης τοίνυν τῆς ἐννοίας παρὰ τοῦ διδασκάλου διηρθρωμένης, δι' ἧς ἔνεστι τοὺς μὴ κεκαλυμμένους τῷ αἱρετικῷ προκαλύμματι σαφῶς διϊδεῖν ὅτι τὸ θεῖον, ὅπως ἂν κατὰ τὴν φύσιν ἔχῃ, ἀνέπαφόν τέ ἐστι καὶ ἀκατανόητον καὶ πάσης ἀντιλήψεως τῆς ἐκ τῶν λογισμῶν ὑψηλότερον, ἡ δὲ ἀνθρωπίνη διάνοια πολυπραγμονοῦσα καὶ διερευνωμένη δι' ὧν ἂν ᾖ δυνατὸν λογισμῶν ἐπορέγεται καὶ θιγγάνει τῆς ἀπροσπελάστου καὶ ὑψηλῆς φύσεως, οὔτε τοσοῦτον ὀξυωποῦσα ὡς ἐναργῶς ἰδεῖν τὸ ἀόρατον οὔτε καθάπαξ ἀπεσχοινισμένη τῆς προσ εγγίσεως ὡς μηδεμίαν δύνασθαι τοῦ ζητουμένου λαβεῖν 2.1.139 εἰκασίαν. ἀλλὰ τὸ μέν τι τοῦ ζητουμένου διὰ τῆς τῶν λογισμῶν ἐπαφῆς ἐστοχάσατο, τὸ δὲ αὐτῷ τῷ μὴ δύνασθαι κατιδεῖν τρόπον τινὰ κατενόησεν, οἷόν τινα γνῶσιν ἐναργῆ 2.1.140 τὸ ὑπὲρ πᾶσαν γνῶσιν τὸ ζητούμενον εἶναι ποιησαμένη. τά τε γὰρ ἀπεμφαίνοντα περὶ τὴν θείαν φύσιν ἐνόησε καὶ ὅσα πρέπει περὶ αὐτὴν ὑπονοεῖν οὐκ ἠγνόησεν, οὐ μὴν αὐτὴν ἐκείνην ἥτις ἐστὶ περὶ ἣν ταῦτα λογίζεται κατιδεῖν ἠδυ νήθη, ἀλλ' ἐκ τῆς τῶν προσόντων τε καὶ μὴ προσόντων γνώσεως εἶδεν, ὃ μόνον ὀφθῆναι δυνατόν ἐστιν, ὅτι τὸ παντὸς μὲν κακοῦ πόρρωθεν ἱδρυμένον, ἐν παντὶ δὲ νοού μενον ἀγαθῷ πάντως τι τοιοῦτόν ἐστιν οἷον λόγῳ τε ἄρ 2.1.141 ρητον εἶναι καὶ λογισμοῖς ἀνεπίβατον. οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲς νοεῖν περὶ αὐτὴν συμβου λεύσαντος καὶ διδάξαντος, ὡς οὔτε τι τῶν φθαρτῶν οὔτε τῶν διὰ γενέσεως εἰς τὸ εἶναι παρηγμένων τὸ πρῶτον αἴτιόν ἐστιν, ἀλλὰ πάσης τοιαύτης ὑπονοίας ἔξω νοεῖται, ἐκ δὲ τῆς ἀρνήσεως τῶν μὴ προσόντων καὶ ἐκ τῆς ὁμολογίας τῶν εὐσεβῶς περὶ αὐτοῦ νοουμένων ὅτι ἔστι καταλαμβάνεται, μάχεται τοῖς εἰρημένοις ὁ σφοδρὸς κατὰ τῆς ἀληθείας ἀγωνιστὴς καὶ βούλεται τὸν τοιόνδε τοῦ ῥήματος ἦχον, τὴν τῆς 20ἀγεννησίας20 λέγω φωνήν, ἐμφανῶς δεικνύναι τοῦ θεοῦ τὴν οὐσίαν. 2.1.142 Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ