100
ἐκεῖνο παρήγαγε τὸ, Καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ πάλιν ἐπήγαγεν, ὅτι Εἰς τὸν Χριστὸν 62.142 εἴρηται καὶ τὴν Ἐκκλησίαν. Περὶ γὰρ ταύτης καὶ ὁ Ψαλμῳδός φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἀλλ' ὅταν εἴπω, ὅτι τὸν Πατέρα κατέλιπε, μὴ τοιοῦτον νομίσῃς, οἷον ἐπ' ἀνθρώπων, τόπων μετάβασιν. Ὥσπερ γὰρ ἐκβῆναι λέγεται, οὐκ ἐπειδὴ ἐξῆλθεν, ἀλλὰ διὰ τὴν σάρκα, οὕτω καὶ τὸ, Κατέλιπε τὸν Πατέρα. ∆ιὰ τί οὖν μὴ καὶ περὶ τῆς γυναικὸς εἶπε, Προσκολληθήσεται πρὸς τὸν ἄνδρα αὐτῆς; Τί δήποτε; Ὅτι περὶ ἀγάπης διελέγετο, καὶ τῷ ἀνδρὶ διελέγετο. Ἐκείνῃ μὲν γὰρ περὶ φόβου διαλεγόμενος, φησίν· Ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός· καὶ πάλιν, ὅτι Καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· περὶ δὲ ἀγάπης αὐτῷ διαλέγεται, καὶ αὐτῷ τὰ ταύτης ἐνεχείρισε, καὶ τὰ περὶ τῆς ἀγάπης πρὸς αὐτὸν ἐφθέγξατο, συσφίγγων αὐτὸν καὶ συγκολλῶν. Ὁ γὰρ τὸν πατέρα διὰ τὴν γυναῖκα ἀφεὶς, καὶ αὐτὴν δὲ ταύτην πάλιν ἀφεὶς καὶ καταλιμπάνων, ποίας ἂν εἴη ἄξιος συγγνώμης; Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιμῆς ὁ Θεὸς, ὅτι σε τοῦ πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε; Τί οὖν, ἂν τὰ παρ' ἡμῶν γένηται, φησὶν, ἐκείνη δὲ μὴ ἀκολουθῇ; Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Ἀλλ' ὅταν ἀκούῃς φόβον, ἐλευθέρᾳ προσήκοντα φόβον ἀπαίτει, μὴ καθὼς παρὰ δούλης· σῶμα γάρ ἐστι σόν· ἂν γὰρ τοῦτο ποιήσῃς, σαυτὸν καθυβρίζεις, τὸ σῶμα ἀτιμάζων τὸ σόν. Ποῖος δέ ἐστιν ὁ φόβος; Ὥστε μὴ ἀντιλέγειν, ὥστε μὴ ἐπανίστασθαι, ὥστε μὴ τῶν πρωτείων ἐρᾷν· ἀρκεῖ μέχρι τούτων ἑστάναι τὸν φόβον. Ἂν δὲ ἀγαπᾷς, ὡς ἐκελεύσθης, μείζονα ἐργάσῃ· μᾶλλον δὲ οὐκέτι φόβῳ τοῦτο ἐργάσῃ, ἀλλὰ καὶ αὐτὴ ἡ ἀγάπη ἐργάζεταί τι. Ἀσθενέστερόν πως τὸ γένος ἐστὶν, πολλῆς δεόμενον τῆς βοηθείας, πολλῆς τῆς συγκαταβάσεως. Τί δὲ ἂν εἴποιεν οἱ δευτέροις συναπτόμενοι γάμοις; Οὐχὶ κατακρίνων λέγω, μὴ γένοιτο· καὶ γὰρ ὁ Ἀπόστολος συνεχώρησεν· ἀλλὰ καὶ σφόδρα συγκαταβαίνων· πάντα αὐτῇ πόριζε, πάντα ὑπὲρ ἐκείνης πρᾶττε, καὶ ταλαιπωροῦ· ἀνάγκη σοι ἐπίκειται. Ἐνταῦθα οὐκ ἀξιοῖ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων εἰσάγειν τὴν συμβουλὴν, ὅπερ πολλαχοῦ ποιεῖ. Ἤρκει γὰρ μέγα καὶ σφοδρὸν ὂν τὸ τοῦ Χριστοῦ· μᾶλλον δὲ καὶ εἰς ὑποταγῆς λόγον. Καταλείψει, φησὶ, τὸν πατέρα καὶ τὴν μητέρα. Ἰδοὺ τοῦτο ἔξωθεν. Ἀλλ' οὐκ εἶπε, Καὶ συνοικήσει, ἀλλὰ, Προσκολληθήσεται, τὴν ἀκριβῆ ἕνωσιν, τὴν μετὰ σφοδρότητος ἀγάπην δηλῶν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ ἔδειξε τὴν ὑποταγὴν οὕτως, ὡς μηκέτι τοὺς δύο φαίνεσθαι δύο. Οὐκ εἶπεν, Εἰς πνεῦμα, οὐκ εἶπεν, Εἰς ψυχήν· ἐκεῖνο μὲν γὰρ δῆλον, καὶ παντὶ δυνατόν· ἀλλ' οὕτως, ὡς εἰς σάρκα μίαν εἶναι. ʹ. ∆ευτέρα ἐστὶν ἀρχὴ αὕτη, ἀρχὴν ἔχουσα καὶ πολλὴν τὴν ὁμοτιμίαν· ἀλλ' ὅμως ἔχει τι πλέον ὁ ἀνήρ. Τοῦτο σωτηρία μεγίστη οἰκίας. Ἐκεῖνο μὲν γὰρ τὸ τοῦ Χριστοῦ παρέλαβεν, οὐκ εἰς τὸ δεῖν ἀγαπᾷν μόνον, ἀλλὰ καὶ ῥυθμίζειν. Ἵνα ᾖ, φησὶν, ἁγία καὶ ἄμωμος· τὸ δὲ, Τῆς σαρκὸς, εἰς τὸ ἀγαπᾷν, καὶ τὸ, Προσκολληθήσεται, ὁμοίως εἰς τὸ ἀγαπᾷν. Ἂν 62.143 γὰρ αὐτὴν κατασκευάσῃς ἁγίαν καὶ ἄμωμον, πάντα ἕπεται. Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει μετὰ πολλῆς τῆς εὐκολίας. Ῥύθμιζε τὴν γυναῖκα, καὶ οὕτω συγκροτεῖται ἡ οἰκία. Ἄκουε τοῦ Παύλου λέγοντος· Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἂν οὕτω τὰς οἰκίας διοικῶμεν τὰς ἑαυτῶν, καὶ πρὸς Ἐκκλησίας ἐπιστασίαν ἐσόμεθα ἐπιτήδειοι· καὶ ἡ οἰκία γὰρ Ἐκκλησία ἐστὶ μικρά. Οὕτως ἔνι ἄνδρας καὶ γυναῖκας γενομένους ἀγαθοὺς, πάντας ὑπερβαλέσθαι. Ἐννόησον τὸν Ἀβραὰμ, τὴν Σάῤῥαν, τὸν Ἰσαὰκ,τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς· πῶς πᾶσα ἡ οἰκία συγκεκρότητο, πῶς ἅπασα εὐλαβείας ἔγεμεν. Ἐκείνη καὶ τὸ ἀποστολικὸν ἐπλήρου παράγγελμα, καὶ τὸν ἄνδρα ἐφοβεῖτο· ἄκουε γὰρ αὐτῆς