1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

101

«αἰχμαλώτοις ἄφεσιν» καὶ τοῖς τὰς διανοίας «τυφλοῖς ἀνάβλεψιν». 4.15.29 τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ χριστὸν γεγεννῆσθαι διδάσκει, οὐχ ὑπ' ἀνθρώπων ἀλλ' ἐκ τοῦ πατρὸς κεχρισμένον. 4.15.30 λέγει δ' οὖν ἐξ αὐτοῦ προσώπου· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». 4.15.31 τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ ∆αβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους καὶ «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς ἀγενήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως χριστὸν γεγονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ, καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ. 4.15.32 Τέως μὲν οὖν ὑπὸ θεοῦ ἀλλ' οὐχ ὑπ' ἀνθρώπων καὶ πνεύματι θείῳ ἀλλ' οὐ σκευαστῷ ἐλαίῳ χριομένους τοὺς κατὰ τὸν ἀληθῆ λόγον χριστοὺς ὀνομαζομένους ἔγνωμεν. 4.15.33 καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ' ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ' Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ' οὖν αὖθις τοῦ ∆αβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, κύριόν τε ἑαυτοῦ τοῦτον ἀναγορεύοντος, καὶ σύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ ψαλμῷ, καθ' ὃν ὧδέ πώς φησιν· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» 4.15.34 καὶ θέα γε ὡς ἐν τούτοις ∆αβίδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. «εἶπεν γάρ», φησίν, «κύριος τῷ κυρίῳ μου». 4.15.35 ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ. δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ' Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ χριστοὺς ὀνομάζειν αὐτοὺς πάντας ἦν αὐτοῖς φίλον. χριστὸς ἄρα καὶ ὁ ἐν τῷ ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν. 4.15.36 πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ οὐχὶ πρότερον χριστὸς γεγονώς; ἀλλὰ καὶ «εἰς τὸν αἰῶνα» λέγεται ἱερᾶσθαι. τοῦτο δ' οὐκέτ' ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. οὐ γὰρ ἀνθρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ' ἡμᾶς γένος. 4.15.37 κρείττων ἄρα τις ἢ κατὰ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ, μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπειρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. «ὤμοσεν γάρ», φησίν, «κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». 4.15.38 ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μωσῆς ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ' αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ· - 4.15.39 λέγει δ' οὖν· «καὶ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, εὐλόγησεν τὸν Ἀβραάμ», «χωρὶς δὲ πάσης ἀντιλογίας», φησὶν ὁ ἀπόστολος, «τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται»-ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδέκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ ∆αβὶδ προφητευόμενος «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγενήτου δυνάμεως σύνθρονος, τοῦ τε προφήτου καὶ βασιλέως