101
ἀγεν νησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων προσ εῖναι τῷ θεῷ, μήτε φθορὰν μήτε γένεσιν, ἀποσημαίνει, ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν ὀνομάτων ὁμοφώνως λεγόμενα τὴν ἀφαίρεσιν τοῦ μὴ προσόντος, οὐ τὴν θέσιν τοῦ ὄντος ἐνδείκνυται, τὸ ἄκακον καὶ ἄλυπον καὶ ἀπόνηρον καὶ ἀτά ραχον καὶ ἀόργητον ἄϋπνον ἄνοσον ἀπαθὲς ἀνεπίληπτον 2.1.143 καὶ ὅσα τοιαῦτα. λέγεται μὲν γὰρ ἀληθῶς ταῦτα καὶ οἷον κατάλογός τίς ἐστι καὶ ἀπαρίθμησις τῶν πρὸς τὸ χεῖρον νοουμένων, ὧν τὸ θεῖον κεχώρισται, οὐ μήν τι περὶ οὗ λέγεται διὰ τῶν ὀνομάτων ὁ λόγος παρίστησιν. τί μὲν γὰρ οὐκ ἔστι, δι' ὧν ἠκούσαμεν ἐδιδάχθημεν, τί δέ ἐστιν, 2.1.144 ἡ τῶν εἰρημένων οὐκ ἐνεδείξατο δύναμις. ὥσπερ γὰρ εἴ τις περὶ τῆς τοῦ ἀνθρώπου φύσεως εἰπεῖν τι θέλων τὸ μήτε ἄψυχον λέγων μήτε ἀναίσθητον μήτε πτηνὸν μήτε τετρά πουν μήτ' ἔνυδρον τὸ μὲν ὂν οὐκ ἐνεδείξατο, τὸ δὲ μὴ ὂν διεσάφησε, καὶ οὔτε ψεύδεται ταῦτα περὶ τοῦ ἀνθρώπου διεξιὼν οὔτε σαφῶς τὸ ὑποκείμενον δείκνυσιν, κατὰ τὸν αὐτὸν λόγον πολλῶν τοιούτων περὶ τὴν θείαν φύσιν λεγομένων, ἐν οἷς χρὴ τὸν θεὸν ὑπονοεῖν εἶναι μανθάνομεν, αὐτὸ δὲ ὅ τι ποτέ ἐστι κατ' οὐσίαν διὰ τῶν εἰρημένων οὐ διδασκόμεθα. φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ' αὐτοῦ κεχρήμεθα, κατὰ τὴν τῶν ἐπινοιῶν 2.1.145 διαφορὰν τὰς προσηγορίας ἁρμόζοντες. ἐπειδὴ γὰρ ἓν οὐδὲν ὄνομα περιληπτικὸν τῆς θείας ἐξεύρηται φύσεως κατ' αὐτοῦ τοῦ ὑποκειμένου προσφυῶς τεταγμένον, διὰ τοῦτο πολλοῖς ὀνόμασι, ἑκάστου κατὰ διαφόρους ἐπιβολὰς ἰδιά ζουσάν τινα περὶ αὐτοῦ τὴν ἔννοιαν ποιουμένου, τὸ θεῖον προσαγορεύομεν, ἐκ τῆς πολυειδοῦς καὶ ποικίλης κατ' αὐτοῦ σημασίας ἐναύσματά τινα πρὸς τὴν κατανόησιν τοῦ ζητου 2.1.146 μένου θηρεύοντες. ἐρωτῶντες γὰρ ἡμᾶς αὐτοὺς καὶ διεξ ετάζοντες τί τὸ θεῖόν ἐστι, διαφόρως ἀποφαινόμεθα οἷον τὸ ὑπερκείμενον τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοική σεως, ὃ οὐκ ἐξ αἰτίας τὴν ὕπαρξιν ἔχει, τοῖς δὲ λοιποῖς πᾶσιν αἴτιον τοῦ εἶναι καθέστηκεν, περὶ ὃ γέννησις καὶ ἀρχὴ καὶ φθορὰ καὶ τέλος οὐκ ἔστιν οὔτε πρὸς τὸ ἐναν τίον τροπὴ οὔτε τοῦ κρείττονος ὕφεσις, ὡς μήτε τὸ κακὸν 2.1.147 ἐπ' αὐτοῦ χώραν ἔχειν μήτε τὸ ἀγαθὸν ἀπεῖναι. εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀνομάσαι, τὸ δὲ πρῶτον αἴτιον τοῦ παντὸς ἀγέννητον προσειπεῖν, ἄφθαρτον δὲ τὸ φθορᾶς ἀνεπίδεκτον, τὸ δὲ εἰς μηδὲν καταλῆγον πέρας ἀθάνατόν τε καὶ ἀτελεύτητον, παντοκράτορα δὲ τὸν τοῦ παντὸς ἐξη γούμενον, καὶ οὕτω τἄλλα πάντα κατὰ τὰς εὐσεβεῖς ὑπο λήψεις ὀνοματοποιοῦντες ταῖς τῶν ἐπινοιῶν διαφοραῖς ἄλ λως καὶ ἄλλως προσαγορεύομεν, ἢ δύναμιν ἢ κράτος ἢ ἀγαθότητα ἢ τὸ μὴ ἐξ αἰτίου εἶναι ἢ τὸ εἰς ἀεὶ διαμένειν διὰ τῶν ὀνομάτων σημαίνοντες. 2.1.148 Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώ πους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρ μόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτοπον εἶναι, ὅπερ ὡς φοβερόν τε καὶ φρικῶδες μορμολυττόμενος ὁ λογογράφος προτείνεται, τὸ νεωτέρας εἶναι τὰς τῶν ὀνο μάτων θέσεις ὁμολογεῖν ἐπὶ παντὸς αὐτοῦ τοῦ κατονομα ζομένου πράγματος καὶ ἐπ' αὐτοῦ τοῦ θεοῦ. οὐ γὰρ ῥῆμα 2.1.149 ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ' ὁ μὲν θεός ἐστιν καθ' ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐπικαλουμένων οὐκ αὐτὸ ὅ ἐστιν (ἄφραστος γὰρ ἡ φύσις τοῦ ὄντος), ἀλλ' ἐξ ὧν ἐνεργεῖν τι περὶ τὴν ζωὴν ἡμῶν πεπίστευται τὰς ἐπωνυμίας ἔχει, οἷον καὶ αὐτὸ τοῦτο τὸ ἐκ τοῦ προχείρου λεγόμενον· θεὸν γὰρ αὐτὸν λέγοντες τὸν ἔφορον καὶ ἐπόπτην καὶ διορατικὸν τῶν 2.1.150 κεκρυμμένων νοοῦντες ἐπικαλούμεθα. εἰ δὲ προϋφέστηκε τῶν ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι' ὧν αἰσθανόμεθα, ῥήμασι δὲ ταύτας ὅπως ἂν ᾖ δυνατὸν ἐξαγ γέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμά των τὰ ὀνόματα λέγειν; εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ θεοῦ λεγομένων, πρὶν ἂν νοήσωμεν, νοοῦμεν δὲ δι' ὧν ἐκ τῶν ἐνεργειῶν διδασκόμεθα, προϋφέστηκε δὲ τῆς ἐνεργείας ἡ δύναμις, ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου βουλήματος, τὸ δὲ βούλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπό κειται φύσεως, ἆρ' οὐ σαφῶς διδασκόμεθα ὅτι ἐπιγίνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν γινομένων προσηγορίαι καὶ ὥσπερ σκιαὶ τῶν πραγμάτων εἰσὶν αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι; 2.1.151 Καὶ ὅτι ταῦτα οὕτως ἔχει, πείθει σαφῶς ἡ θεία γραφὴ διὰ τοῦ μεγάλου ∆αβὶδ τοῦ καθάπερ διά τινων ἰδίων καὶ προσφυῶν ὀνομάτων τῶν ἐκ τῆς ἐνεργείας αὐτῷ νοηθέντων τὴν θείαν φύσιν ἀνακαλοῦντος. Οἰκτίρμων γάρ, φησί, καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος. ταῦτα τοίνυν τί λέγουσιν; ἐνεργείας ἔχειν