101
λεγούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος· κἀκεῖνος αὐτὴν οὕτως ἠγάπα, ὡς πάντα κελευούσῃ πείθεσθαι. Καὶ τὸ παιδίον ἐνάρετον ἦν, καὶ οἱ οἰκογενεῖς καὶ αὐτοὶ θαυμαστοὶ, οἵ γε καὶ κινδυνεῦσαι μετὰ τοῦ δεσπότου οὐκ ὤκνησαν, οὐκ ἀνεβάλοντο, οὐδὲ τὴν αἰτίαν ἐζήτησαν· ἀλλ' εἷς αὐτῶν ὁ προεστηκὼς οὕτω θαυμαστὸς ἦν, ὡς καὶ γάμον ἐμπιστευθῆναι τοῦ μονογενοῦς παιδὸς, καὶ ἀποδημίαν ὑπερόριον. Καθάπερ γὰρ ἐπὶ στρατηγοῦ, ὅταν καὶ τὸ στρατιωτικὸν ᾖ συγκεκροτημένον, οὐδαμόθεν ὁ πολέμιος ἐπεισέρχεται· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ οἰκέται ὦσι τῶν αὐτῶν ἐπιμελούμενοι, πολλὴ τῆς οἰκίας ἡ ὁμόνοια· ἐπεὶ, ἐὰν μὴ οὕτως ᾖ, πολλάκις δι' ἑνὸς οἰκέτου φαύλου τὸ πᾶν ἀνατρέπεται καὶ καταλύεται, καὶ ὁ εἷς πολλάκις τὸ πᾶν ἠφάνισε καὶ διέφθειρε. Πολλὴν οὖν πρόνοιαν ποιώμεθα καὶ γυναικῶν καὶ παίδων καὶ δούλων, εἰδότες ὅτι τὴν ἀρχὴν ἡμῖν αὐτοῖς εὔκολον καταστήσομεν, καὶ ὅτι τὰς εὐθύνας ἡμέρους καὶ ἐπιεικεῖς ἕξομεν, καὶ ἐροῦμεν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐὰν ὁ ἀνὴρ θαυμαστὸς, καὶ ἡ κεφαλὴ καλὴ, καὶ τὸ λοιπὸν σῶμα οὐδεμίαν ὑποστήσεται βίαν. Τὰ μὲν οὖν κατὰ τὴν γυναῖκα πῶς ἂν καλῶς διατεθείη καὶ τὸν ἄνδρα, ἀκριβῶς εἶπε, τὴν μὲν φοβεῖσθαι παραινέσας ὡς κεφαλὴν, τὸν δὲ ἀγαπᾷν ὡς γυναῖκα. Πῶς δ' ἂν ταῦτα γένοιτο; φησίν· Ὅτι μὲν γὰρ δεῖ, ἔδειξε· τὸ δὲ πῶς, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· ἂν χρημάτων καταφρονῶμεν, ἂν πρὸς ἓν ὁρῶμεν μόνον, ψυχῆς ἀρετὴν, ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν πρὸ ὀφθαλμῶν. Ὅπερ γὰρ ἐν τοῖς πρὸς τοὺς δούλους διαλεγόμενος ἔλεγεν, Ὅ τι ἂν ποιήσῃ ἕκαστος ἀγαθὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, τοῦτο καὶ ἐνταῦθα. Μὴ δι' ἐκείνην τοίνυν τοσοῦτον, ὅσον διὰ τὸν Χριστὸν αὐτὴν ἀγαπᾷν. Τοῦτο γοῦν καὶ ᾐνίξατο εἰπών· Ὡς τῷ Κυρίῳ. - Ὡς τῷ Κυρίῳ τοίνυν πειθόμενος, καὶ δι' αὐτὸν πάντα ποιῶν, οὕτω πάντα πράττε· τοῦτο ἱκανὸν ἐναγαγεῖν καὶ πεῖσαι, καὶ μὴ ἀφεῖναι ἐρεσχελίαν τινὰ καὶ διχόνοιαν εἶναι. Μηδεὶς ἔστω πιστὸς συκοφαντῶν ἐπὶ τῆς γυναικὸς τὸν ἄνδρα· ἀλλὰ μηδὲ ὁ ἀνὴρ ἁπλῶς πιστευέτω κατὰ τῆς γυναικὸς, μηδὲ ἡ γυνὴ περιεργαζέσθω εἰσόδους καὶ ἐξόδους ἁπλῶς· μηδὲ μὴν μηδὲ ὁ ἀνὴρ ἄξιον παρεχέτω ἑαυτόν τινος ὑποψίας. Τί γὰρ, εἰπέ μοι, πᾶσαν τὴν ἡμέραν τοῖς φίλοις δίδως σαυτὸν, τῇ δὲ γυναικὶ τὴν ἑσπέραν, καὶ οὐδὲ οὕτως αὐτὴν δύνῃ πληροφορεῖν, καὶ ἐκτὸς ὑποψίας ποιεῖν; Κἂν ἐγκαλῇ ἡ γυνὴ, μὴ δυσχέραινε· φιλίας ἐστὶν, οὐκ ἀπονοίας· φιλίας ἐστὶ ζεούσης τὰ ἐγκλήματα καὶ 62.144 διαθέσεως πεπυρωμένης καὶ φόβου. ∆έδοικε γὰρ μή τις αὐτῆς ἔκλεψε τὴν εὐνὴν, μή τις αὐτὴν περὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐζημίωσε, μή τις αὐτῆς τὴν κεφαλὴν ἀφείλετο, μή τις διώρυξε τὴν εὐνήν. Ἔστι καὶ ἄλλη μικροψυχίας ὑπόθεσις· μηδεὶς πέρα τοῦ μέτρου τῶν οἰκετῶν ἀντιποιείσθω, μήτε τῆς κόρης ὁ ἀνὴρ, μήτε τοῦ οἰκέτου ἡ γυνή· καὶ γὰρ ταῦτα ἱκανὰ τεκεῖν ὑποψίας. Ἐννόησον γάρ μοι τοὺς δικαίους ἐκείνους· αὐτὴ ἡ Σάῤῥα ἐκέλευσε τῷ πατριάρχῃ λαβεῖν τὴν Ἄγαρ· αὐτὴ προσέταξεν, οὐδεὶς ἠνάγκασεν, οὐδὲ ἐπῆλθεν ὁ ἀνήρ· ἀλλὰ καίτοι μακρὸν χρόνον ἑλκύσας ἐν ἀπαιδίᾳ, εἵλετο μηδέποτε γενέσθαι πατὴρ, ἢ τὴν γυναῖκα λυπῆσαι. Ἀλλ' ὅμως μετὰ ταῦτα πάντα, τί φησιν ἡ Σάῤῥα; Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἆρα εἴ τις ἦν τῶν ἄλλων, οὐκ ἂν εἰς ὀργὴν ἐκινήθη; οὐκ ἂν καὶ χεῖρας ἐξέτεινε, μονονουχὶ φάσκων· Τί λέγεις; οὐκ ἐβουλόμην ἐγὼ συγγενέσθαι τῇ γυναικὶ, σὸν τὸ πᾶν γέγονε, καὶ πάλιν ἐγκαλεῖς; Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν ἐκεῖνος· ἀλλὰ τί; Ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Τὴν κοινωνὸν τῆς εὐνῆς ἐξέδωκεν, ἵνα μὴ λυπήσῃ τὴν Σάῤῥαν. Καίτοι γε οὐδὲν τούτου μεῖζον εἰς εὐνοίας λόγον ἐστίν. Εἰ γὰρ τὸ τραπέζης κοινωνῆσαι καὶ λῃσταῖς ὁμοψυχίαν ποιεῖ πρὸς τοὺς ἐναντίους (καὶ ὁ Ψαλμῳδός φησιν· Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα)· τὸ μίαν σάρκα γενέσθαι λοιπὸν (τοῦτο γάρ ἐστι κοινωνῆσαι τῆς εὐνῆς), πολλῷ μᾶλλον ἱκανὸν ἐπισπάσασθαι. Ἀλλ' οὐδὲν τούτων ἴσχυσε τὸν δίκαιον ἑλεῖν, ἀλλ' ἐξέδωκε τῇ γυναικὶ, δεικνὺς ὅτι οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν τι γεγένηται· καὶ τὸ δὴ μεῖζον,