102
κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς ἀλλ' αἰώνιος τοῦ πατρός. 4.15.40 λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν», καὶ πάλιν· «οἱ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν». 4.15.41 διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσιν καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθε σταμένη τῷ ἐπὶ πάντων θεῷ. 4.15.42 ὁ γοῦν διὰ τοῦ ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ' αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ. 4.15.43 δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἡσαΐου χριστὸς οὐχ ὑπὸ ἀνθρώπων γεγονὼς ἀλλ' ὑπ' αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας. 4.15.44 Τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μωσῆς, εἰκόνας καὶ σύμβολα, ὡς ἐν ἀνθρώποις, αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν. 4.15.45 ὅτι δὲ ταῦτα οὕτως ἔχει τίς ἂν γένοιτο μάρτυς αὐτοῦ Μωσέως μᾶλλον ἀξιόχρεως; ἐν γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν κατὰ τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ· «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». 4.15.46 ἄρα οὖν ὡς τὰ ἄλλα οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτόν, καί τινα σκιώδη καὶ εἰκονικὸν ἀλλ' οὐκ ἀληθῆ χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ' οὐρανὸν χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον, ἀπεργαζόμενος. 4.15.47 Ἀλλ' ὅτι μὲν ὁ κυρίως χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γενητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι. 4.15.48 πλὴν ἀλλ' ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς ∆αβὶδ ἐν μδʹ ψαλμῷ, προγραφῇ χρησάμενος τῇ «ὑπὲρ τοῦ ἀγαπητοῦ» καὶ «τῶν ἀλλοιωθησομένων», ὁμοῦ θεὸν καὶ βασιλέα καὶ χριστὸν ἕνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει, γράφων οὕτως· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». 4.15.49 οἷς ἑξῆς ἐπιλέγει· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». 4.15.50 σκόπει δ' οὖν ἐπιμελέστερον ὅπως κατὰ τὴν τοῦ ψαλμοῦ προγραφὴν «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ «εἰς σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων· «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ». 4.15.51 τίνας δ' ἄλλους εἴποις