102
τὴν σημασίαν ἢ φύσεως; οὐκ 2.1.152 ἄν τις ἄλλο τι παρὰ τὴν ἐνέργειαν εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ἢ τὸν ἔλεον ὁ θεὸς ἔσχεν ἐκ τῆς ἐνεργείας τὸ ὄνομα; ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; καὶ τίς ἦν ὁ τοῦ ἐλέου δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως, ἡ δὲ ἁμαρτία μετὰ τὸν ἄνθρωπον. οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ τοῦ ἐλέου τὸ 2.1.153 ὄνομα. τί οὖν; ἆρα μὴ καὶ τοῦ ∆αβὶδ καταγνώσεται ὁ ὑπὲρ τοὺς προφήτας φρονῶν, ὅτι δι' ὧν ἐνόησε τὸν θεόν, διὰ τούτων ὠνόμασεν, ἢ καὶ πρὸς αὐτὸν ζυγομαχήσει τὴν σεμνὴν ἐκείνην ὥσπερ ἐκ τραγῳδίας προτείνων ῥῆσιν, ὅτι 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν τοῖς παρὰ τῆς ἐπινοίας ἀγάλλει ὀνόμασι, τὴν ἐφ' ἑαυτῇ μόνῃ καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως 2.1.154 ἀγαλλομένην20; ἐρεῖ γὰρ πάντως ὁ ὑπὲρ τοῦ προφήτου λέ γων, ὅτι ἡ μὲν θεία φύσις ἐφ' ἑαυτῇ μόνῃ ἀγάλλεται καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως, ὁ δὲ ἀνθρώπινος νοῦς, ὅσον χωρεῖ διὰ τῶν ἐνεργειῶν διδασκόμενος, τοσοῦτον φθέγγεται. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ἡ σοφία φησὶ τὸν πάντων γενεσιουργὸν θεωρεῖσθαι· τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσ ηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνο μάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λεγομένων ὁδηγοῦντες 2.1.155 πρὸς τὴν τῶν κρυπτῶν κατανόησιν. Εἶπα τῷ κυρίῳ, φησὶν ὁ προφήτης, θεός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. πῶς οὖν 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν20 ἡμεῖς οὕτως, καθώς φησιν οὗτος, 20ἀγάλλομεν20, ἥν φησιν ὁ προφήτης ἀπροσδεᾶ τῶν ἀνθρωπίνων εἶναι καλῶν; 2.1.156 ἢ ἀντὶ τοῦ ὀνομάζειν τὸ 20ἀγάλλειν20 ἐνόησε; καὶ μὴν ἀκούομεν παρὰ τῶν ὀρθῶς τῇ λέξει χρωμένων καὶ δι' ἀκριβείας τῶν ὀνομάτων τὴν χρῆσιν πεπαιδευμένων μὴ ἐπὶ ψιλῆς τῆς δηλώσεως τὴν τοῦ 20ἀγάλλειν20 τετάχθαι φωνήν, ἀλλὰ τὸ μὲν τοιοῦτον ἢ γνωρίζειν ἢ δηλοῦν ἢ σημαίνειν ἢ 2.1.157 ἄλλο τι τοιουτότροπον λέγεσθαι, τὸ δὲ ἀγάλλειν ἴσον ἐστὶ τῷ ἐπικαυχᾶσθαι καὶ ἐπευφραίνεσθαι καὶ εἴ τι τῆς τοιαύτης ἐμφάσεως ἔχεται· ὁ δέ φησιν ἡμᾶς 20τοῖς τῆς ἐπινοίας ὀνόμασι τὴν μακαρίαν ἀγάλλειν ζωήν20. ἡμεῖς δὲ προσθεῖναι μέν τινα τῇ θείᾳ φύσει τιμὴν τῇ ὑπὲρ πᾶσαν οὔσῃ τιμὴν μεῖζον ἢ κατὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην οἰόμεθα, γνωρίσαι δέ τι τῶν περὶ αὐτὴν διὰ τῶν εὐσεβῶς ἐπινοουμένων ῥημάτων τε καὶ ὀνομάτων ἐπιχειρεῖν οὐκ ἀρ 2.1.158 νούμεθα. καὶ διὰ τοῦτο καθ' ὅσον δυνατὸν ἡμῖν τὸ εὐσεβὲς ἰχνεύοντες τὸ μὴ ἐξ αἰτίας ὑπερκειμένης τὸ πρῶτον αἴτιον τὴν ὑπόστασιν ἔχειν καταλαμβάνομεν. ὅπερ εἰ μὲν ὡς ἀληθὲς ἀποδέχοιτό τις, ἐπαινετὸν ἂν εἴη διὰ τὴν ἀλήθειαν μόνην· εἰ δὲ ὡς μεῖζον τῶν λοιπῶν τῶν περὶ τὴν θείαν φύσιν νοουμένων τὸ τοιοῦτον κρίνοι καὶ διὰ τοῦτο μόνῃ ταύτῃ τῇ ὑπολήψει λέγοι τὸν θεὸν ἐπιγαυριῶντα καὶ εὐφραινόμενον ὥς τινι τῶν ὑπερεχόντων ἀγάλλεσθαι, μόνης τῆς Εὐνομίου Μούσης ἂν εἴη τοῦ λέγοντος αὐτὴν ἐφ' ἑαυτῇ τὴν ἀγεννη σίαν ἀγάλλεσθαι, ἣν δὴ οὐσίαν τε λέγει καὶ μακαρίαν τε καὶ θείαν ὀνομάζει ζωήν. 2.1.159 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ 20τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον20 (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς διὰ τούτων 20διαλύειν μέν20 φησι 20τὴν περὶ αὐτοῦ γενομένην ὑπόνοιαν, περιστέλλειν δὲ τὴν τῶν ἠπατημένων ἄγνοιαν20. αὐταῖς γὰρ χρήσομαι τοῦ δι θυραμβιστοῦ ταῖς ὁμοιοκαταλήκτοις φωναῖς. 20εἰπόντες20, φησίν, 20ὅτι τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φω ναῖς συνδιαλύεσθαι πέφυκεν, ἐπηγάγομεν τού τοις·