103
ἂν εἶναι τοὺς ἀλλοιωθησομένους, ὑπὲρ ὧν ὁ ψαλμὸς εἴρηται, ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ ψαλμὸς ἡμῖν προοιμιάζεται. εἰ δ' οὖν ἐπαπορήσαις, τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὗ ἐν τῷ ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». εἴποι δ' οὖν ἄν τις αὐτὸν ἐκεῖνον σημαίνεσθαι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». 4.15.52 τὸ δ' «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἄν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ' οὐ κατὰ προβολήν, ἢ κατὰ διαίρεσιν, ἢ τομήν, ἢ μείωσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας. 4.15.53 κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μεταλαμβάνειν. ὥσπερ γε «ἀπὸ γαστρὸς» τοῦ θεοῦ καὶ «πρὸ ἑωσφόρου» ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, καὶ κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρὴ καὶ ἐν τῷ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος. ἐφ' οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ' ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται», κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἱ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν. 4.15.54 ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας, οὐδ' ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» περὶ τῆς τοῦ πρώτου λόγου συστάσεώς τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ' ἄλλως καρδίαν, κατὰ τὴν παρ' ἡμῖν νοουμένην, καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν ἐν ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν ὡς ἂν τοῦ παναγάθου πατρὸς ὄντα γέννημα. 4.15.55 ἡμεῖς δὲ μικρῷ ἐν τῷ ψαλμῷ προελθόντες, τὸν προφητευόμενον, αὐτὸν δὴ τοῦτον τὸν ἀγαπητὸν τοῦ θεοῦ, κεχρῖσθαι πάλιν οὐχ ὧδε ὥσπερ ὑπὸ Μωσέως, οὐδ' ὡς ὑπό τινος τῶν ἐν ἀνθρώποις, ἀλλ' ὑπ' αὐτοῦ τοῦ ἀνωτάτου καὶ ἐπὶ πάντων θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. λέγει δ' οὖν ἑξῆς προϊών· «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου». 4.15.56 τὸν δὴ οὖν κἀνταῦθα ὑπ' αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἄλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζομένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοῦ αὐτοῦ κεκλημένου τοῦ τῆς χρίσεως αἰτίου. δι' ὃ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρόν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι, δήλη ἔσται. 4.15.57 φησὶν τοίνυν ὁ ψαλμός, αὐτῷ δὴ τῷ προφητευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν, τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». 4.15.58 σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς «σὺ» γάρ, φησίν, «ὁ θεός» ἀντὶ τοῦ ὦ θεέ· «ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» ὑπάρχει, καὶ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου», καὶ Χριστόν σε παρὰ