103
ὁ δὲ θεὸς καὶ σιωπώντων καὶ φθεγγομέ νων καὶ γεγονότων καὶ πρὸ τοῦ γεγονέναι τὰ 2.1.160 ὄντα ἦν τε καὶ ἔστιν ἀγέννητος20. μάθωμεν τοίνυν τί κοινὸν ἔχει ῥημάτων ἐπίνοια ἢ ὀνομάτων θέσις πρὸς αὐτὰ τὰ πράγματα, ἃ διὰ τῆς ποιᾶς τῶν ὀνομάτων τε καὶ ῥημάτων φωνῆς σημειούμεθα, ὥστε εἰ ἀγεννήτως ἔστιν ὁ θεὸς πρὸ τῆς ἀνθρωπίνης συστάσεως, τὴν ἐμφαντικὴν τῆς τοιαύτης ὑπολήψεως φωνὴν ὡς τῷ φθόγγῳ συνδιαχεομένην ἄκυρον κρίνειν, εἰ κατ' ἐπίνοιαν ἀνθρωπίνην ὀνομασθεῖσα 2.1.161 τύχοι. οὐ γὰρ ταὐτόν ἐστι τῷ εἶναι τὸ λέγεσθαι. ἀλλ' ἐστὶ μὲν τῇ φύσει ὅπερ ἐστὶν ὁ θεός, λέγεται δὲ παρ' ἡμῶν, ὡς ἂν ᾖ δυνατὸν ἐξαγγεῖλαι διὰ τὴν τῆς φύσεως ἡμῶν πτωχείαν, ἣ τὰς ἐν τῇ ψυχῇ διαθέσεις ἀδήλους ἔχει μὴ διὰ φωνῆς ἐκκαλυπτομένας καὶ λόγου. οὐκοῦν τὸ μὴ ἐξ αἰτίας αὐτὸν εἶναι νοήσαντες ἐπινοίᾳ τινὶ τὴν νόησιν 2.1.162 ταύτην διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν. τίς οὖν ἡ βλάβη τῷ ὄντως ὄντι τὸ ὡς ἔστι παρ' ἡμῶν ὀνομά ζεσθαι; οὐ γὰρ ἐκ τοῦ ῥηθῆναι ἀγέννητον καὶ τὸ ὑπάρ χειν ἀγεννήτως ἐστίν, ἀλλ' ἐκ τοῦ εἶναι καὶ τὸ ῥηθῆναι προσγίνεται. τοῦτο δὲ οὐ συνεῖδεν ὁ λεπτὸς τὴν διάνοιαν οὐδὲ τὰ παρ' αὐτοῦ τεθέντα σαφῶς κατενόησεν. ἦ γὰρ ἂν ἐπαύσατο τοὺς δι' ἐπινοίας τὴν 20ἀγεννησίαν20 ὀνοματο 2.1.163 ποιοῦντας κακίζων. σκοπεῖτε γὰρ ὅ φησι· 20τὰ κατ' ἐπί νοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεται, ὁ δὲ θεὸς καὶ γεγενημένων καὶ πρὸ τοῦ γενέ σθαι τὰ ὄντα καὶ ἦν καὶ ἔστιν ἀγέννητος20. ὁρᾷς ὅτι τὸ μὲν εἶναι ὅπερ ἐστὶν ἔχει πρὸ τῆς τῶν πάντων ὑπάρξεως, καὶ σιωπώντων καὶ φθεγγομένων οὔτε μᾶλλον οὔτε ἧττον ὢν ὅ ἐστιν, ἡ δὲ τῶν ῥημάτων τε καὶ ὀνομάτων χρῆσις μετὰ τὴν τῶν ἀνθρώπων κατασκευὴν ἐγνωρίσθη 2.1.164 τῶν τῇ λογικῇ δυνάμει παρὰ τοῦ θεοῦ τιμηθέντων. εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ ὀνόματα, ὄνομα δὲ ἡ 20ἀγεννησία20, πῶς οὐ συνίησιν οἷς κατασκευάζει, τούτοις μαχόμενος; ἡμεῖς τε γάρ φαμεν ἐφευρῆσθαι τοῖς οὖσι τὰ γνωριστικὰ τῶν ὄντων ὀνόματα διὰ τῆς ἀνθρωπίνης ἐννοίας, κἀκεῖνος ὑστέρους ὁμολογεῖ τοὺς κεχρημένους τῷ λόγῳ τῆς θείας ἀναδειχθῆναι ζωῆς, εἶναι δὲ τὴν θείαν φύσιν, ὡς νῦν 2.1.165 τε ἔστι καὶ ἀεὶ ἦν, ἀγεννήτως. εἰ οὖν ἐκεῖνός τε προϋπ άρχειν τῶν ἀνθρώπων ὁμολογεῖ τὴν μακαρίαν ζωήν (πάλιν γὰρ ἐπαναστρέψας τῷ αὐτῷ χρήσομαι λόγῳ) ἡμεῖς τε τὸ χρόνοις ὕστερον φῦναι τοὺς ἀνθρώπους οὐκ ἀντιλέγομεν, ῥήμασι δὲ κεχρῆσθαί φαμεν καὶ ὀνόμασιν, ἀφ' οὗ τε συνέ στημεν καὶ τὸ λογικοὶ εἶναι παρὰ τοῦ πεποιηκότος ἐσχή καμεν, ἡ δὲ 20ἀγεννησία20 ὄνομά ἐστιν ἐμφαντικὸν τοῦ ἰδίου νοήματος, πᾶν δὲ ὄνομα τοῦ ἀνθρωπίνου λόγου μέρος ἐστίν, ἄρα ὁ προϋφεστάναι τῶν ἀνθρώπων τὴν θείαν φύσιν ὁμο λογῶν μεταγενεστέραν εἶναι τὴν ἐφευρεθεῖσαν τῇ φύσει 2.1.166 κλῆσιν συντίθεται. οὐδὲ γὰρ ἦν εἰκὸς τοῦ λόγου τὴν χρῆσιν πρὸ τῆς τῶν κεχρημένων κατασκευῆς ἐνεργεῖσθαι, ὥσπερ οὐδὲ γεωργίαν πρὸ τῶν γεωργούντων οὐδὲ ναυτιλίαν πρὸ τῶν ναυτιλλομένων οὐδὲ ἄλλο τι τῶν κατὰ τὸν βίον ἐνεργουμένων πρὸ τοῦ συστῆναι τὸν ἀνθρώπινον βίον. τί οὖν ἡμῖν διαμάχεται ὁ τοῖς ἰδίοις αὐτοῦ λόγοις ἀκολουθεῖν οὐ γινώσκων; Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς 2.1.167 τοῦ κόσμου συστάσεως ἦν. ἀλλ' ὀνομάζεσθαι τοῦτόν φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα. εἰ γὰρ διὰ τοῦτο χρώ μεθα τοῖς ὀνόμασιν, ὥστε διδασκαλίαν· ἡμῖν ἐκεῖθεν τῶν πραγμάτων γίνεσθαι, μόνον δὲ τὸ ἀγνοοῦν ἐπιδεές ἐστι τοῦ διδάσκοντος, ἡ δὲ θεία φύσις διὰ τὸ πᾶσαν ἐμπεριειληφέναι τὴν γνῶσιν κρείττων πάσης διδασκαλίας ἐστί, δείκνυται διὰ τούτων ὅτι οὐ τοῦ θεοῦ χάριν ἀλλ' ἡμῶν ἕνεκα τὰ ὀνόματα 2.1.168 πρὸς δήλωσιν τοῦ ὄντος ἐπινενόηται. οὐ γὰρ ὅπως ἂν ἐκεῖνος ἑαυτὸν μάθοι, τὸ τῆς ἀγεννησίας ὄνομα τῇ φύσει ἐφήρμοσεν. ὁ γὰρ εἰδὼς τὰ πάντα καὶ ἑαυτὸν πρὸ πάντων συλλαβῶν καὶ ῥημάτων πρὸς τὸ μαθεῖν ὡς ἔχει φύσεως καὶ ἀξίας οὐκ