103
παιδοτροφίαν με ἤγαγεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, ἐπὶ οἰκουρίαν. Ἀλλ' ἀηδῆ ταῦτα τῇ νύμφῃ; Μέχρι τῆς πρώτης ἡμέρας, καὶ τῆς δευτέρας· λοιπὸν δὲ οὐκ, ἀλλὰ καὶ μεγίστην καρπώσεται τὴν ἡδονὴν, πάσης ἑαυτὴν ὑποψίας ἀπαλλάττουσα. Ὁ γὰρ μήτε αὐλῶν μήτε ὀρχουμένων μήτε ᾀσμάτων κεκλασμένων ἀνασχόμενος, καὶ ταῦτα παρὰ τὸν τοῦ γάμου καιρὸν, σχολῇ γ' ἂν οὗτος ἀνέξεταί ποτε πρᾶξαι ἢ εἰπεῖν τι αἰσχρόν. Μετὰ δὲ τοῦτο, ὅταν πάντα περιέλῃς ταῦτα τοῦ γάμου, παραλαβὼν αὐτὴν, πλάττε καλῶς, τὸ μὲν αἰσχυντηλὸν ἐπὶ πολὺ τοῦ χρόνου ἐξάγων, καὶ μὴ διαλύων ταχέως. Κἂν γὰρ ἀναισχυντοτέρα ᾖ ἡ κόρη, μέχρι καιροῦ σιγᾷν οἶδεν, αἰδουμένη τὸν ἄνδρα, καὶ ξενιζομένη πρὸς τὰ πράγματα. Σὺ τοίνυν τοῦτο τὸ αἰσχυντηλὸν μὴ διαλύσῃς ταχέως, ὅπερ οἱ ἀκόλαστοι ποιοῦσι τῶν ἀνδρῶν, ἀλλ' ἐπεξάγαγε ἐπὶ πολὺν χρό 62.146 νον· μέγα γάρ σοι τοῦτο ἔσται κέρδος. Οὐκ ἐγκαλέσει τέως, οὐ μέμψεται ἐφ' οἷς διατυπώσῃς. ηʹ. Πάντα τοίνυν κατ' ἐκεῖνον νομοθέτει τὸν χρόνον, καθ' ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείμενος τῇ ψυχῇ, οὐκ ἀφίησιν οὐδὲν μέμφεσθαι, οὐδὲ ἐγκαλεῖν τοῖς γινομένοις. Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται, μετὰ πολλῆς τῆς ἀδείας πάντα ἀνατρέπει καὶ συγχεῖ. Πότε τοίνυν ἐστὶν ἕτερος οὕτω καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν γυναῖκα, ὡς ἐκεῖνος, καθ' ὃν αἰδεῖται τὸν ἄνδρα, καὶ δέδοικεν ἔτι καὶ δυσωπεῖται; Τότε αὐτῇ τίθει τοὺς νόμους ἅπαντας, καὶ πάντως πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα. Πῶς δὲ τὴν αἰσχύνην οὐ λύσεις; Ὅταν φαίνῃ καὶ αὐτὸς οὐδὲν ἧττον ἐκείνης αἰσχυνόμενος, ὀλίγα μὲν προσδιαλεγόμενος, καὶ αὐτὰ δὲ μετὰ πολλῆς τῆς ἐμβριθείας καὶ τῆς συστροφῆς· τότε αὐτῇ τοὺς περὶ φιλοσοφίας κατάθες λόγους· δέχεται γὰρ ἡ ψυχή· εἰς τὴν καλλίστην ἕξιν αὐτὴν κατάστησον, τὴν αἰσχύνην λέγω. Εἰ δὲ βούλεσθε, καὶ ὑποδείγματος ἕνεκεν ἐρῶ, τίνα πρὸς αὐτὴν διαλέγεσθαι χρή. Εἰ γὰρ Παῦλος οὐ παρῃτήσατο εἰπεῖν, Μὴ ἀποστερεῖτε ἀλλήλους, καὶ νυμφευτρίας ἐφθέγξατο ῥήματα, μᾶλλον δὲ οὐ νυμφευτρίας, ἀλλὰ πνευματικῆς ψυχῆς· πολλῷ μᾶλλον ἡμεῖς οὐ παραιτησόμεθα εἰπεῖν. Τί τοίνυν αὐτῇ διαλέγεσθαι χρή; Μετὰ πολλῆς μέντοι χάριτος λέγειν πρὸς αὐτήν· Ἡμεῖς, ὦ παιδίον, τοῦ βίου σε κοινωνὸν ἐλάβομεν καὶ εἰσηγάγομεν ἐν τοῖς τιμιωτέροις καὶ ἀναγκαιοτέροις ἡμῖν κοινωνήσουσαν, ἐν παιδοποιίᾳ, καὶ οἰκίας προστασίᾳ. Τί οὖν δή σε παρακαλοῦμεν; Μᾶλλον δὲ πρὸ τούτου τὰ τῆς ἀγάπης διαλέγου· οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης λέγεται. Πῶς οὖν δείξεις τὴν ἀγάπην; Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας καὶ γένους λαμπροῦ, οὐχ εἱλόμην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστροφῆς, τῆς κοσμιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύνης. Εἶτα ἀπὸ τούτων εὐθὺς παρασκεύασον ὁδὸν τῶν λόγων τῶν περὶ φιλοσοφίας, καὶ κατηγόρει τοῦ πλούτου μετά τινος περιόδου. Ἁπλῶς μὲν γὰρ ἐὰν κατατείνῃς λόγον κατὰ πλούτου, φορτικὸς ἔσῃ· ἂν δὲ ὑποθέσεως λαβόμενος, πάντα ἀνύσεις. ∆όξεις γὰρ ἐν τάξει ἀπολογίας τὸ πρᾶγμα ποιεῖν, οὐχ ὡς αὐστηρός τις καὶ ἄχαρις καὶ μικρολόγος, ἀλλ' ὅταν ἐκ τῶν αὐτῆς τὴν ὑπόθεσιν λάβῃς, καὶ ἡσθήσεται. Ἐρεῖς οὖν (πάλιν γὰρ τὸν λόγον ἀναλαβεῖν ἀναγκαῖον), ὅτι παρὸν πλουσίαν γῆμαι καὶ εὔπορον, οὐκ ἠνεσχόμην. Τί δήποτε; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ, ἀλλ' ἐπαιδεύθην ἐγὼ καλῶς, ὅτι πλοῦτος οὐδὲν κτῆμά ἐστιν, ἀλλὰ πρᾶγμα εὐκαταφρόνητον, καὶ λῃσταῖς προσὸν καὶ πόρναις γυναιξὶ καὶ τυμβωρύχοις. ∆ιὸ ταῦτα ἀφεὶς, ἐπὶ τὴν τῆς σῆς ἀρετὴν ἦλθον ψυχῆς, ἣν παντὸς προτιμῶ χρυσίου. Συνετὴ γὰρ καὶ ἐλευθέρα κόρη νέα, καὶ εὐλαβείας ἐπιμελουμένη, πάσης τῆς οἰκουμένης ἐστὶν ἀνταξία. ∆ιὰ δὴ ταῦτά σε καὶ ἠσπασάμην καὶ φιλῶ, καὶ τῆς ἐμαυτοῦ προτίθημι ψυχῆς. Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι. Ὁ μὲν γὰρ χρόνος οὗτος βραχὺς καὶ ἐπίκηρος· εἰ δὲ, καταξιωθείημεν εὐαρεστήσαντες τῷ Θεῷ οὕτω τὸν βίον μετελ 62.147 θεῖν