104
πάντας κατεστήσατο. λευκότερον δὲ τούτων ἡ Ἑβραίων παρίστησιν γραφή, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών· «ὁ θρόνος σου, θεέ, εἰς αἰῶνα», καὶ ἔτι· «σκῆπτρον εὐθύτητος σκῆπτρον βασιλείας σου. 4.15.59 ἠγάπησας δίκαιον καὶ ἐμίσησας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέν σε, ὁ θεός, ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου». ἀντὶ γοῦν τοῦ «ὁ θεὸς ὁ θεός σου» αὐτὴ ἡ ἑβραϊκὴ λέξις «θεέ, ὁ θεός σου» περιέχει, ἵνα ᾖ τὸ ὅλον· ἠγάπησας, ὦ θεέ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέν σε, ὦ θεέ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον θεὸν καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου. 4.15.60 τοῦτο δὲ καὶ αὐτῇ ἐπιστήσαντι τῇ ἑβραίᾳ γλώττῃ φανερὸν ἂν γένοιτο. ἐπὶ γὰρ τῆς πρώτης ἐπωνυμίας, καθ' ἣν ὁ Ἀκύλας «θρόνος σου, θεὲ» ἡρμήνευσεν, σαφῶς ἀντὶ τοῦ «ὁ θεὸς» «θεὲ» εἰπών, τὸ ἑβραϊκὸν ἐλωῒμ περιέχει. κἀνταῦθα δὲ ὁμοίως ἐπὶ τοῦ «διὰ τοῦτο ἔχρισέν σε, θεὲ» τὸ ἐλωῒμ παρείληπται, ὅπερ τὴν «ὦ θεὲ» κλητικὴν ἐδήλου πτῶσιν. 4.15.61 ἀντὶ δὲ τῆς ὀρθῆς καὶ εὐθείας τοῦ ὀνόματος, καθ' ὃ εἴρηται «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεὸς» τὸ ἑβραϊκὸν ἐλωὰχ περιέχει σφόδρα ἀπηκριβωμένως, ἵν' ᾖ τὸ μὲν ἐλωῒμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον, δηλοῦν τὸ «ὦ θεέ», τὸ δὲ ἐλωὰχ «ὁ θεός σου» κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν «διὰ τοῦτο ἔχρισέν σε, ὁ θεός, ὁ θεός σου». 4.15.62 λευκότατα γοῦν ὁ λόγος διὰ τούτων, θεῷ προσφωνῶν, φησὶν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιάσεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας. 4.15.63 ἔχεις τοιγαροῦν ἐν τούτοις σαφῶς θεὸν χριόμενον καὶ χριστὸν γινόμενον, οὐ μύρῳ σκευαστῷ οὐδ' ὑπ' ἀνθρώπων εἰς τοῦτο παριόντα, ἀλλ' οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον. 4.15.64 ὁ δ' αὐτὸς οὗτος ἦν καὶ ἀγαπητὸς τοῦ θεοῦ καὶ γέννημα αὐτοῦ καὶ ἱερεὺς αἰώνιος καὶ σύνθρονος ἀνηγορευμένος τοῦ πατρός. τίς δ' ἂν οὗτος εἴη ἢ ὁ πρωτότοκος τοῦ θεοῦ λόγος, «ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸς ὤν, ὁ διὰ πάσης τῆς ἐνθέου γραφῆς θεολογούμενος, ὡς καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει. 4.15.65 Τούτων δῆτα προτεθεωρημένων ἡμῖν περὶ τῆς τοῦ Χριστοῦ οὐσιώσεώς τε καὶ προσηγορίας, φέρε λοιπὸν ἀναλαβόντες τὴν προταθεῖσαν ὑπόθεσιν, δι' ὅσων προφητικῶν προρρήσεων ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο, θεασώμεθα. 4.16.1 Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. «Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». 4.16.2 οἷς ἑξῆς ἐπιλέγει· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγελῶν τὸ πρόσταγμα κυρίου. κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». 4.16.3 Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον πνεῦμα τὸν Χριστὸν ἀναφωνεῖ, υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ' αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι' αὐτοῦ γενομένην κλῆσιν προκηρύττει· ἅπερ διαρρήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις, εἰσέτι τε νῦν ἔθνη καὶ λαοὶ βασιλεῖς τε καὶ ἄρχοντες οὔπω παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ συσκευῆς. 4.16.4 εἰ δ' ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἱ ἐκ περιτομῆς, ὥρα τὸν προσδοκώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον φάσκον· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες. 4.16.5 εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δ'