104
ἐπιδέεται· ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσε βῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σήμαντρα καὶ χαρακτῆρας τὰς διὰ τοῦ λόγου τυπώσεις τοῖς τῆς διανοίας κινήμασιν ἐπιγράψαντες, ὥστε τῶν ἐγγινομένων τῇ ψυχῇ κινημάτων τρανὴν καὶ ἀσύγχυτον ποιεῖσθαι τὴν δήλωσιν διὰ τῶν ἐφηρμοσμένων τοῖς νοήμασι 2.1.169 φθόγγων. τί τοίνυν ἐλέγχει τὸν ἡμέτερον λόγον, καθ' ὅν φαμεν ἐπινενοῆσθαι τὸ τῆς 20ἀγεννησίας20 ὄνομα πρὸς ἔν δειξιν τοῦ ἀνάρχως τὸν θεὸν ὑφεστάναι, τῷ λέγειν ὅτι ὁ θεὸς καὶ λαλούντων καὶ σιωπώντων καὶ διανοουμένων καὶ πρὸ τῆς τῶν γενομένων ἐπινοίας ἦν τε καὶ ἔστιν ἀγέν νητος; εἰ μὲν γάρ τις ἦν ὁ κατασκευάζων μὴ πρότερον αὐτὸν ἀγέννητον εἶναι πρὶν ἢ παρ' ἡμῶν ἐξευρεθῆναι τὸ ὄνομα, συγγνωστὸς ἂν ἦν πρὸς τὴν τοιαύτην ἀτοπίαν ἐκεῖνα 2.1.170 γράφων. εἰ δὲ τὸ προϋφεστάναι καὶ λόγου καὶ διανοίας αὐτὸν παρὰ πάντων ὁμολογεῖται, ἡ δὲ τοῦ ὀνόματος θέσις, καθ' ἣν ὁ νοῦς ἐξαγγέλλεται, δι' ἐπινοίας παρ' ἡμῶν ἐξευ ρῆσθαι λέγεται, ὁ δὲ σκοπὸς αὐτῷ τῆς πρὸς ἡμᾶς ἐστι μάχης τὸ δεῖξαι μὴ παρὰ ἀνθρώπων ἐπινενοῆσθαι τὸ ὄνομα, ἀλλ' εἶναι τοῦτο καὶ πρὸ τῆς ἡμετέρας συστάσεως, οὐκ οἶδα περὶ τίνος λεγόμενον τί κοινὸν ἔχει πρὸς τὴν προκει μένην αὐτῷ σπουδὴν τὸ πρὸ τῶν ὄντων ὑφεστάναι τὸν θεὸν ἀγεννήτως λέγειν καὶ τὸ διαβεβαιοῦσθαι μεταγενεστέραν 2.1.171 εἶναι διαγωνίζεσθαι τοῦ θεοῦ τὴν ἐπίνοιαν. μὴ γὰρ ἐπί νοιάν τις εἶναι τὸν θεὸν ἀποφαίνεται, ὥστε τοῖς τοιούτοις πρὸς αὐτὸν τῶν λόγων διαγωνίζεσθαι καὶ λέγειν ἃ εἴρηκεν, ὅτι 20μαινομένων ἐστὶ τὸ πρεσβυτέραν τῶν ἐπι νοούντων ἡγεῖσθαι τὴν ἐπίνοιαν20, καὶ ἔτι πρὸς τούτοις ὅσα ὑποβὰς διεξέρχεται· 20ὥσπερ οὖν οὐδὲ ἐκεῖνο φρονούντων, τὸ τοὺς ἀνθρώπους, καί περ ὅντας ὑστάτους τῶν τοῦ θεοῦ δημιουργη μάτων, προτάττειν τῆς σφῶν αὐτῶν ἐπινοίας.20 μεγάλην γὰρ <ἂν> τῷ ὄντι τὴν ἰσχὺν ὁ λόγος εἶχεν, εἴπερ τις ἐκ μανίας ἢ παραφροσύνης ἐπίνοιαν εἶναι τὸν θεὸν ἀπε 2.1.172 φαίνετο. εἰ δὲ οὗτος μὲν ὁ λόγος οὔτε ἔστιν οὔτε μὴν γεγένηται (τίς γὰρ ἂν εἰς τοῦτο παραπληξίας ἐλάσειεν, ὥστε τὸν ὄντως ὄντα καὶ τὰ ἄλλα πάντα ὅσα ἔστιν εἰς γένεσιν ἀγαγόντα, τοῦτον μὴ καθ' ὑπόστασιν ἰδίαν εἶναι λέγειν, ἀλλ' ἐπίνοιαν ὀνόματος αὐτὸν ἀποφαίνεσθαι;) τί μάτην σκια 2.1.173 μαχεῖ τοῖς οὐ τεθεῖσι μαχόμενος; ἢ πρόδηλος ἡ αἰτία τῆς ἀδιανοήτου ταύτης φιλονεικίας, ὅτι τοὺς ἐξαπατηθέντας διὰ τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος αἰσχυνόμενος, ἐπειδὴ διηλέγχθη πάμπολυ τῆς κατὰ τὴν οὐσίαν σημασίας κεχω ρισμένον τὸ ὄνομα, ἑκὼν ποιεῖται τῶν λεγομένων τὴν σύγχυσιν, ἀπὸ τοῦ ὀνόματος ἐπὶ τὰ πράγματα μεταβιβάζων τὴν μάχην, ὡς τοὺς ἀνεπιστάτους εὐκόλως διὰ τῆς τοιαύτης παρα κρουσθῆναι συγχύσεως, νομίζοντας ἢ ἐπίνοιαν τὸν θεὸν παρ' ἡμῶν εἰρῆσθαι ἢ τῆς τῶν ἀνθρωπίνων ὀνομάτων εὑρέσεως δεύτερον, καὶ διὰ τοῦτο καταλιπὼν ἀνέλεγκτον τὸ ἡμέτερον 2.1.174 πρὸς ἕτερα μεταφέρει τὴν μάχην; τὸ γὰρ παρ' ἡμῶν ἦν, 2.1.174 καθὼς εἴρηται, τὸ τῆς 20ἀγεννησίας20 ὄνομα μὴ τὴν φύσιν ἐνδείκνυσθαι, ἀλλ' ἐξ ἐπινοίας ἐφαρμόζειν τῇ φύσει, δι' ἧς τὸ ἄνευ αἰτίας αὐτὸν ὑφεστάναι σημαίνεται. τὸ δὲ παρ' αὐτῶν κατασκευαζόμενον ἦν αὐτῆς εἶναι τῆς οὐσίας ἐν δεικτικὴν τὴν φωνήν. ποῦ τοίνυν κατεσκευάσθη τὸ οὕτως 2.1.175 ἔχειν τὴν τοῦ ὀνόματος δύναμιν; ἀλλὰ ταῦτα μὲν ἑτέροις που πάντως τεταμίευται λόγοις, ὁ δὲ πᾶς αὐτῷ πόνος εἰς τὸ ὑφεστάναι τὸν θεὸν ἀγεννήτως ἠσχόληται· ὅμοιον ὥσπερ ἂν εἴ τις σαφῶς αὐτὸν περὶ τούτων ἤρετο, τίνα περὶ τοῦ ὀνόματος τῆς ἀγεννησίας ἔχοι διάνοιαν, εἴτε ὡς ἐπινοου μένου πρὸς ἔνδειξιν τοῦ ἀνάρχως εἶναι τὸ πρῶτον αἴτιον εἴτε καὶ ὡς αὐτῆς δηλωτικοῦ τῆς οὐσίας, ὁ δὲ μάλα σεμνῶς καὶ ἐπιστατικῶς ἀπεκρίνατο τὸ οὐρανοῦ καὶ γῆς 2.1.176 τὸν θεὸν ποιητὴν εἶναι μὴ ἀμφιβάλλειν. ὡς τοίνυν οὗτος ὁ λόγος ἀπᾴδει τοῦ προταθέντος καὶ οὐ συνήρτηται, κατὰ τὸν αὐτὸν τρόπον εὕροις ἂν καὶ ἐπὶ τῆς καλλιγραφηθείσης αὐτῷ καθ' ἡμῶν μάχης τὸ πρὸς τὸν σκοπὸν ἀσυνάρτητον. οὑτωσὶ δὲ σκοπήσωμεν. 2.1.177 Ἀγέννητόν φασι τὸν θεὸν