105
ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν ∆αβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμόν, καὶ οὕτω δεικτέον, ὡς οὔτε ∆αβὶδ οὔθ' ἕτερός τις τῶν πώποτε παρ' Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ' υἱὸς χρηματίσας τοῦ θεοῦ, οὔθ' ὑπὸ τοῦ θεοῦ γεγεννημένος κατὰ τὸν ἐν τῷ ψαλμῷ θεσπιζόμενον, οὐδ' ἄρα ὑπὸ πάντων τῶν ἐθνῶν καὶ βασιλέων ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος. εἰ δ' οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δὲ ἔργοις συνίσταται ταῦτα πάντα καὶ πάλαι μὲν ὑπομείνας καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ ψαλμοῦ δι' ὧν εἴρηται· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». 4.16.6 καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνείληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». 4.16.7 διαρρήδην δὲ τὸν Χριστὸν ὀνομάζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, διὰ τοῦ «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», τό τε ἐν ρθʹ ψαλμῷ πρὸς τοῦ πατρὸς αὐτῷ προσπεφωνημένον κατὰ τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε». 4.16.8 ἐπίστησον δέ, ὡς ἕνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ' ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἱ ἱεραὶ γραφαί, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ' αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ' αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς. 4.16.9 Ψαλμοῦ ιθʹ. «Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.» Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι' ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν. 4.16.10 ὅλος δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. ἐπειδὴ γὰρ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ' ἡμῶν πολέμους εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους ἀμυνομένῳ. διὸ καί φαμεν ἐν νῷ πρὸς αὐτὸν ἀπὸ τοῦ ψαλμοῦ οὕτως ἔχοντα· «ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου». 4.16.11 εἶτ' ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ, ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ, τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὃν ἀνείληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκεν τῷ θεῷ καὶ πατρί, διὰ τοῦτό φαμεν αὐτῷ· «μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω». 4.16.12 καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστιν καὶ ὠφέλιμα ἐν τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ, «δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου» λέγοντες, «καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι». 4.16.13 οἷς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντές φαμεν· «ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου». σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι' ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμέν· «καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν