105
εἶναι· τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν 20ἀγεννησίαν20 οὐσίαν εἶναι· πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό φαμεν ἐνδεικτικὸν εἶναι τοῦ ἀγεννήτως τὸν θεὸν ὑφεστάναι, οὐ τὴν ἀγεννησίαν εἶναι θεόν. ἐλέγχειν ἐπαγγέλλεται τὸν ἡμέτερον λόγον· τίς οὖν ὁ ἔλεγχος; ὅτι πρὸ τῆς τῶν ἀν 2.1.178 θρώπων συστάσεως ἦν, φησίν, ἀγεννήτως. τί τοῦτο πρὸς τὸ ζητούμενον; δείξειν οὗτος κατεπαγγέλλεται ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ τὸ ὄνομα. οὐσίαν γὰρ εἶναι τὴν 20ἀγεννη σίαν20 ὁρίζεται. τίς οὖν ἡ ἀπόδειξις; τὸ δεῖξαι προϋφε στῶτα τῶν φωνῇ κεχρημένων τὸν θεόν; ὢ τῆς ἀναντιρρήτου καὶ θαυμαστῆς ἀποδείξεως. αὕτη ἐστὶν ἡ ἐκ τῆς διαλε κτικῆς τέχνης λογικὴ λεπτουργία, πρὸς ἣν τίς <ἂν> ἀντιβλέ 2.1.179 ψειε τῶν ἀμυήτων τῆς ἀπορρήτου παιδεύσεως; ἀλλὰ σεμνῶς ἡμῖν ἐν ταῖς περὶ τῆς ἐπινοίας διαστολαῖς αὐτὸ διακωμῳδεῖ τῆς ἐπινοίας τὸ ὄνομα. 20τῶν γὰρ οὕτω κατ' ἐπί νοιαν λεγομένων20 φησὶ 20τὰ μὲν κατὰ τὴν προφορὰν ἔχειν μόνην τὴν ὕπαρξιν ὡς τὰ μηδὲν σημαίνοντα, τὰ δὲ κατ' ἰδίαν διάνοιαν· καὶ τούτων τὰ μὲν κατὰ αὔξησιν ὡς ἐπὶ τῶν κολοσσιαίων, τὰ δὲ κατὰ μείω σιν ὡς ἐπὶ τῶν πυγμαίων, τὰ δὲ κατὰ πρόσθεσιν ὡς ἐπὶ τῶν πολυκεφάλων ἢ κατὰ σύνθεσιν ὡς ἐπὶ 2.1.180 τῶν μιξοθήρων20. ὁρᾷς εἰς τί τὴν ἐπίνοιαν ἡμῖν ὁ σοφὸς διακερματίσας περαιτέρω τὴν δύναμιν αὐτῆς προελθεῖν οὐκ ἠξίωσεν. ἀσήμαντον εἶναί φησι τὴν ἐπίνοιαν, ἀδιανόητον, τὰ παρὰ φύσιν σοφιζομένην ἢ διακολοβοῦσαν ἢ ὑπερτείνουσαν τὰ ὡρισμένα μέτρα τῆς φύσεως ἢ ἐξ ἑτεροφυῶν συντιθεῖσαν ἢ τερατευομένην ταῖς ἀλλοκότοις προσθήκαις. ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ 2.1.181 ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, πόθεν ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ φιλοσοφία καὶ τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων ἡ διδασκαλία, αἱ δὲ τῶν μηχανημάτων εὑρέσεις καὶ τὰ διὰ χαλκοῦ τε καὶ ὕδατος ἐν ὡροσκοπείοις θαύματα, αὐτὴ δὲ ἡ περὶ τοῦ ὄντος φιλοσοφία καὶ ἡ τῶν νοητῶν θεωρία καὶ συλλήβδην φάναι πᾶσα ἡ περὶ τὰ μεγάλα τε καὶ ὑψηλὰ τῆς ψυχῆς ἀσχολία; τί δὲ ἡ γεωργία, τί δὲ ἡ ναυτιλία, τί δὲ ἡ λοιπὴ κατὰ τὸν βίον ἡμῶν οἰκονομία; 2.1.182 πόθεν βάσιμος τῷ ἀνθρώπῳ ἡ θάλασσα; πῶς δεδούλωται τῷ χερσαίῳ τὸ ἐναέριον, πῶς τιθασσεύεται τὸ ἀνήμερον, πῶς δαμάζεται τὸ φοβερώτερον, πῶς οὐκ ἀφηνιάζει τὸ ἰσχυρότερον; ἆρ' οὐ δι' ἐπινοίας ἐφευρέθη ταῦτα πάντα τῇ ἀνθρωπίνῃ ζωῇ; ἔστι γὰρ κατά γε τὸν ἐμὸν λόγον ἡ ἐπί νοια ἔφοδος εὑρετικὴ τῶν ἀγνοουμένων, διὰ τῶν προσεχῶν τε καὶ ἀκολούθων τῇ πρώτῃ περὶ τὸ σπουδαζόμενον νοήσει τὸ ἐφεξῆς ἐξευρίσκουσα. νοήσαντες γάρ τι περὶ τοῦ ζητου μένου τῇ ἀρχῇ τοῦ ληφθέντος διὰ τῶν ἐφευρισκομένων νοη μάτων συναρμόζοντες τὸ ἀκόλουθον εἰς τὸ πέρας τῶν σπουδαζομένων τὴν ἐγχείρησιν ἄγομεν. 2.1.183 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι; ἔξεστι γὰρ τῷ μὴ φιλο νείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τὰ ἄλλα πάντα, ὅσα βιωφελῆ τε καὶ χρήσιμα τῇ ζωῇ τῶν ἀνθρώ πων ὁ χρόνος ἐφεῦρεν, οὐχ ἑτέρως ἀλλὰ διὰ τῆς ἐπινοίας ἐξηύρηται. καί μοι δοκεῖ πάντων τῶν κατὰ τὴν ζωὴν ταύτην ἐνεργουμένων ἐν ἡμῖν ἀγαθῶν τῶν ταῖς ψυχαῖς ἡμῶν παρὰ τῆς θείας προμηθείας ἐνυπαρχόντων τὴν ἐπί νοιάν τις προτιμοτέραν κρίνων μὴ ἂν τῆς πρεπούσης κρί 2.1.184 σεως διαψευσθῆναι. λέγω δὲ ταῦτα παρὰ τοῦ Ἰὼβ δι δαχθεὶς ἐν οἷς ὁ θεὸς τῷ λόγῳ πεποίηται διὰ λαίλαπος καὶ νεφῶν τῷ θεράποντι χρηματίζων, τά τε ἄλλα λέγων ὅσα θεῷ πρέπον ἦν λέγειν καὶ ὅτι αὐτὸς εἴη ὁ ταῖς τέχναις ἐπιστήσας τὸν ἄνθρωπον καὶ γυναιξὶ χαρισάμενος ὑφαντικήν τε καὶ ποικιλτικὴν ἐπιστήμην. ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδεὶς ἂν ἀντείποι πάντως μὴ σάρκινος καὶ 2.1.185 κτηνώδης τις ὤν. ἀλλὰ μὴν εἴρηται παρ' αὐτοῦ γεγενῆ σθαι ἡμῖν τῶν τοιούτων τεχνῶν ἡ καθήγησις. οὐκοῦν ὁ δοὺς τῇ φύσει τὴν ἐπινοητικὴν καὶ εὑρετικὴν τῶν