106
μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου». 4.16.14 ἐπὶ πᾶσι τούτοις διδασκόμεθα λέγειν τὸ «νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ», μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν, τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες. Ψαλμοῦ κζʹ. «Κύριος κραταίωμα τοῦ λαοῦ ἐστιν καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.» 4.16.15 Καὶ ὁ μετὰ χεῖρας ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχήν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῇ τοῦ ψαλμοῦ φησιν· «πρὸς σέ, κύριε, ἐκέκραξα· ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον». 4.16.16 πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγων· «εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου. κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ». ἐφ' οἷς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει· «κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν», 4.16.17 παιδεῦον ἡμᾶς, ὅτι δὴ πάντα τὰ ἐν ταῖς θείαις γρα φαῖς ἀνάγραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ πατρός, ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντος τοῦ ἰδίου Χριστοῦ. 4.16.18 Ψαλμοῦ πγʹ. «Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὅτι κρεῖσσον ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.» 4.16.19 Οἱ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωήν, ἐπεὶ τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες, κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν· «καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη», 4.16.20 εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ, τὸ δι' ἡμᾶς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεώ τε ἡμῖν γενέσθαι δι' αὐτόν, ἐπεὶ «τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται». ταῦτα δ' ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσασθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα, μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυρίαν οὖσαν καὶ κυριακήν, κρείττονα εἶναί φασιν μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν ἀλλ' οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν ἀλλ' ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται. 4.16.21 εἶεν δ' ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ ἐκκλησίαι, ἑνὸς οἴκου τοῦ θεοῦ τυγχάνουσαι αὐλαί, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται «παραρριπτεῖσθαι» ὁ τὰ τοιαῦτα εἰδώς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς «σκηνώμασιν» τῶν «ἁμαρτωλῶν»· εἰ μὴ ... τὰς τῶν Ἰουδαίων συναγωγάς, τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, ὧν πολὺ βελτίους εἶναι τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται. Ψαλμοῦ πηʹ. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ» καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὗ ὠνείδισαν οἱ