106
ζητου μένων δύναμιν αὐτὸς ἡμᾶς πρὸς τὰς τέχνας προήγαγε, καὶ τῷ τῆς αἰτίας λόγῳ πᾶν τὸ εὑρισκόμενόν τε καὶ κατορθού μενον εἰς τὸν ἀρχηγὸν τῆς δυνάμεως ταύτης ἐπαναφέρεται· οὕτω καὶ τὴν ἰατρικὴν ὁ βίος εὕρατο, ἀλλ' ὅμως θεοῦ 2.1.186 δῶρον τὴν ἰατρικὴν εἰπών τις οὐχ ἁμαρτήσεται. καὶ πᾶν ὅτιπέρ ἐστι κατὰ τὴν ἀνθρωπίνην ζωὴν ἐξευρημένον κατ' εἰρήνην καὶ πόλεμον πρός τι τῶν χρησίμων ἐπιτηδείως ἔχον, οὐδαμόθεν ἡμῖν ἔσχε τὴν πάροδον, ἀλλὰ τοῦ νοῦ τὰ καθ' ἕκαστον ἡμῖν καταλλήλως νοοῦντος καὶ ἐφευρίσκοντος· νοῦς δὲ ἔργον θεοῦ· οὐκοῦν ἐκ θεοῦ πάντα ὅσα διὰ τοῦ 2.1.187 νοῦ ἡμῖν πεπόρισται. τὸ δὲ λέγεσθαι παρὰ τῶν ὑπεναν τίων τὰ μυθώδη πλάσματα καὶ τὰ ψευδῆ τερατεύματα παρὰ τῆς ἐπινοίας λογοποιεῖσθαι καὶ πλάσσεσθαι, οὐδὲ αὐτὸς ἀντιλέγω· πρὸς γὰρ τὸν ἡμέτερον σκοπὸν καὶ ὁ ἐκείνων λόγος συμφέρεται. φαμὲν γὰρ καὶ ἡμεῖς τὴν αὐτὴν εἶναι τῶν ἐναντίων τὴν ἐπιστήμην τῶν τε ἐπωφελῶν καὶ τῶν ὡς ἑτέρως ἐχόντων οἷον τὴν ἰατρικὴν καὶ τὴν κυβερνητικὴν καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστιν· ὁ γὰρ εἰδὼς βοηθῆσαι τοῖς ἀρρωστοῦσι διὰ φαρμάκου ἐπιγνοίη ἄν, εἴπερ ἐπὶ κακῷ χρῷτο τῇ τέχνῃ, καὶ τοῖς ὑγιαίνουσιν ἐντρῖψαι τὸ δηλητή 2.1.188 ριον· καὶ ὁ πρὸς τὸν λιμένα διευθύνων τῷ πηδαλίῳ τὸ σκάφος εὐθύνειεν ἂν καὶ ἐπὶ χοιράδας ἢ σκοπέλους, εἰ τοῦτο γένοιτο φίλον αὐτῷ τὸ δι' ἐπιβουλῆς διαφθεῖραι τοὺς πλέοντας· καὶ ὁ ζῳγράφος τῇ αὐτῇ τέχνῃ τήν τε καλλίστην μορφὴν ἐπὶ τοῦ πίνακος ἔδειξε καὶ τὴν αἰσχίστην πάλιν ἐν αργῶς ἐμιμήσατο· οὕτως ὁ παιδοτρίβης τὸ ἐξηρθρωμένον μέλος διὰ τῆς ἀλειπτικῆς ἐμπειρίας ἐνήρμοσε καὶ τὸ ὑγι αῖνον, εἰ βούλοιτο, διὰ τῆς αὐτῆς τέχνης ἐξήρμοσε. 2.1.189 Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα πολὺν ὄχλον ἐπεισάγειν τῷ λόγῳ; ὡς τοίνυν ἐπὶ τῶν εἰρημένων οὐκ ἄν τις ἀντείποι τὸν πρὸς τὸ κρεῖττον ἐνεργεῖν μεμαθηκότα τέχνην τινὰ δύνασθαι ἂν τῇ αὐτῇ καὶ πρὸς τὰ μὴ δέοντα χρήσασθαι, οὕτως φαμὲν καὶ τῆς ἐπινοίας τὴν δύναμιν ἐπ' ἀγαθῷ μὲν ἐντεθεῖσθαι παρὰ τοῦ θεοῦ τῇ ἀνθρωπίνῃ φύσει, κατακεχρημένων δέ τινων τῇ ἐφευρετικῇ δυνάμει διάκονον πολλάκις καὶ συνεργὸν γίνεσθαι τῶν ἀνωφελῶν 2.1.190 εὑρημάτων. οὐκοῦν οὐκ ἐπειδὴ δύναται τὰ ψευδῆ καὶ ἀνύπαρκτα πιθανῶς ἡ ἐπίνοια διαπλάσσειν, διὰ τοῦτο τὰ ὄντως ὄντα καὶ ἀληθῶς ὑφεστῶτα διερευνᾶσθαι οὐ δύναται, ἀλλ' ἡ πρὸς τὸ τοιοῦτον ἐπιτηδειότης μαρτυρία τοῖς εὐγνώ μοσι τῆς πρὸς ἐκεῖνο δυνάμεως γίνεται. τὸ γὰρ προθέ μενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανή σασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκεφάλους ἢ πῦρ πνέοντας ἢ δρακόντων ὁλκοῖς συνεσπειραμένους εἰδοποιῆσαι ἢ πρὸς τὸ μεῖζον ἐξᾶραι τὴν συμμετρίαν ἢ διακολοβῶσαι πρὸς τὸ γελοῖον τὰ μέτρα τῆς φύσεως ἢ πηγὰς τοὺς ἀνθρώπους καὶ δένδρα καὶ ὄρνεα γενέσθαι διὰ μεταβολῆς διηγήσασθαι, δι' ὧν ἔστι ψυχαγωγίαν τινὰ τοὺς διὰ τῶν τοιούτων ἡδο μένους εὑρεῖν, ἐναργεστάτην ἀπόδειξιν εἶναί φημι τοῦ καὶ τὰ κρείττω τῶν μαθημάτων δύνασθαι ἂν διὰ τῆς εὑρετικῆς 2.1.191 δυνάμεως κατανοῆσαι. οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρ κτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν ποριστικὴν τῶν λυσιτελούντων κεκλήρωται· ἀλλὰ καθάπερ ἡ ὁρμητικὴ καὶ προαιρετικὴ τῆς ψυχῆς ἡμῶν δύναμις κατὰ μὲν τὸ προηγούμενον πρὸς τὴν τῶν καλῶν τε καὶ ἀγαθῶν ἔφεσιν ἐγκατεσκευάσθη τῇ φύσει, χρήσαιτο δ' ἄν τις καὶ πρὸς τὰ μὴ δέοντα τῇ τοιαύτῃ κινήσει, καὶ οὐκ ἄν τις εἴποι τοῦ πρὸς μηδὲν ἀγαθὸν τὴν προαίρεσιν ῥέπειν τεκμήριον εἶναι τὸ πρὸς τὰ φαῦλά ποτε τὴν ῥοπὴν ἔχειν, οὕτως καὶ ἡ περὶ τὰ μάταιά τε καὶ ἀνόνητα τῆς ἐπινοίας κίνησις οὐ κατηγορία τῆς πρὸς τὸ χρήσιμον ἀδυνα μίας ἐστίν, ἀλλ' ἀπόδειξις γίνεται τοῦ καὶ πρὸς τὰ ψυχω φελῆ τε καὶ ἀναγκαῖα μὴ ἄπρακτος εἶναι. ὡς γὰρ ἐξεῦρεν ἐκεῖ τὸ πρὸς ἡδονὴν ἢ κατάπληξιν, οὕτω καὶ ἐνταῦθα τῶν πρὸς τὴν ἀλήθειαν ἐφόδων οὐχ ἁμαρτήσεται. 2.1.192 Ἓν δὲ τῶν ζητουμένων ἦν, εἰ τὸ πρῶτον αἴτιον, ὅ ἐστιν ὁ θεός, ἀνάρχως ἔστιν ἤ τινος