107
ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου». 4.16.22 Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφητευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον ψαλμὸν βασανίζοντες παραστήσομεν, ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα. 4.16.23 ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ «τὸ ἀντάλλαγμα», δηλονότι τὴν ἐκκλησίαν, «ὠνείδισάν» τε καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγομένοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρόν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν. Ψαλμοῦ ρλαʹ. «Ὤμοσεν κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.» 4.16.24 εἶθ' ὑποβάς φησιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου». 4.16.25 Κἀνταῦθα περὶ τοῦ «ἐκ σπέρματος ∆αβὶδ» ὄμνυσιν ὁ κύριος, ὅπερ σπέρμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων, «λύχνον» φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν ὡς εἰκὸς λόγον τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσιν καθ' ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν. 4.16.26 καὶ αὐτὸς δὲ ὁ ∆αβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παραθέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. «ἐκεῖ δέ», φησίν, «ἐξανατελῶ κέρας», τὸν τόπον δηλῶν, ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι. 4.16.27 εὐξαμένῳ γὰρ τῷ ∆αβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ, φήσαντί τε «εἰ εἰσελεύσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου· νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον· τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακὼβ» ἀποκαλύπτει τὸ θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον. 4.16.28 διὸ ἐπιφέρει λέγων· «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά αὕτη δέ ἐστιν ἡ Βηθλεέμ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ». εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου», 4.16.29 τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ' ἑτέραν ὑπόνοιαν σημαίνων, ἐπειδὴ διὰ τοῦ σώματος, ὡς δι' ὀστρακίνου σκεύους, ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. 4.16.30 Ἀπὸ τοῦ Ἀμώς. «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν,Ἰσραήλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ἀκούσατε λόγον κυρίου, ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς, θρῆνον, οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι· παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.» 4.16.31 Ἕβδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλλων εἰς ἀνθρώπους ὁ θεός, στερεοῦν βροντὴν καὶ κτίζειν πνεῦμα λέγεται, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρωται, ἐφ' ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς παραδεξαμένοις τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον. 4.16.32 οἷς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυτίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν. 4.16.33 ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν,