107
ἀρχῆς ἐξημμένον ἔχει τὸ εἶναι. καταλαβόντες δὲ τῇ διανοίᾳ μὴ δύνασθαι πρῶτον εἶναι τὸ ἐξ ἑτέρου νοούμενον ἐπενοήσαμεν ὄνομα τῆς τοιαύ της ἐμφαντικὸν ὑπολήψεως καί φαμεν τὸν ἄνευ αἰτίας ὑπερ κειμένης ὄντα ἀνάρχως εἴτουν ἀγεννήτως εἶναι. τὸν δὲ οὕτως ὄντα ἀγέννητον καὶ ἄναρχον ὠνομάσαμεν, οὐ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι διὰ τοῦ ὀνόματος ἐνδεικνύμενοι. 2.1.193 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑπο δείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυτευτόν ἐστιν ἢ αὐτομάτως γενόμενον. εἰ μὲν οὖν ἐκ φυτείας εἴη, φυτευτὸν πάντως προσεροῦμεν τὸ δένδρον, εἰ δὲ αὐτομάτως, ἀφύτευτον. τὸ δὴ τοιοῦτον ὄνομα καὶ τῆς ἀληθείας οὐ διασφάλλεται· πάντως γὰρ ἢ οὕτως ἢ ἑτέρως ἔσται τὸ δένδρον, καὶ τοῦ φυτοῦ τὴν ἰδιάζουσαν οὐκ ἐνδείκνυται φύσιν. τὸ μὲν γὰρ αὐτοφυῶς εἶναι διὰ τοῦ ἀφυτεύτου ἐμάθομεν, εἰ δὲ πλάτανος ἢ ἄμπελος ἢ ἄλλο τι τῶν τοιούτων φυτῶν ἐστι τὸ δηλούμενον, 2.1.194 διὰ τῆς τοιαύτης ὀνομασίας οὐκ ἐδιδάχθημεν. εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν τὸ εἶναι κατελαβόμεθα. τὸν οὖν ἀγεννήτως ὄντα θεὸν εἰς ὀνόματος τύπον τὴν ἔννοιαν ταύτην παράγοντες ἀγέννητον ὠνομάσαμεν. ὅτι μὲν οὖν οὐ διὰ γενέσεώς ἐστιν, ἐκ τῆς τοῦ ὀνόματος ἐμφάσεως ἐδηλώσαμεν, αὐτὴ δὲ ἡ οὐσία ἡ ἀγεννήτως οὖσα τίς κατὰ τὴν ἰδίαν φύσιν ἐστίν, οὐδὲν ἐκ τῆς ἐπωνυμίας ταύτης πρὸς τὸ κατι 2.1.195 δεῖν ὡδηγήθημεν. οὐδὲ γὰρ ἦν εἰκὸς μέχρι τοσούτου τὴν τῶν λογισμῶν ἐπίνοιαν ἰσχύειν, ὥστε ὑπεραίρειν ἡμᾶς τῶν μέτρων τῆς φύσεως καὶ τοῖς ἀλήπτοις ἐπιβιβάζειν καί, ὧν οὐκ ἔστιν ἔφοδος εἰς κατανόησιν, ταῦτα τῇ ἡμετέρᾳ γνώσει περιλαμβάνειν. Ἀλλὰ διασαλεύει τὸν διδάσκαλον ἡμῶν καὶ περισύρει τὸν λόγον, ὃν περὶ τῆς ἐπινοίας ἐκεῖνός φησι καὶ κατορχεῖται τῶν εἰρημένων, πάλιν συνήθως τῷ κρότῳ τῶν λεξειδίων ἐν σατυρίζων τοῖς ῥήμασι, καί φησιν· 20ὧν σφετερίζεται τὴν ἑρμηνείαν, τούτων ἐπαισχύνεται τὴν μαρ 2.1.196 τυρίαν20. ἀπαγγείλας γάρ τι μέρος τῶν κατ' ἐπίνοιαν θεωρηθέντων τῷ διδασκάλῳ, ἐν οἷς ἐκεῖνος οὐ μόνον ἐπὶ τῶν ματαίων ἐνεργὸν ἔφασκε τῆς ἐπινοίας εἶναι τὴν χρῆσιν, ἀλλ' ἔχειν τινὰ καὶ πρὸς τὰ μείζω δύναμιν, 20διὰ τοῦ κατὰ τὸν σῖτον καὶ τὸ σπέρμα καὶ τὴν τροφὴν θεωρήματος ἐπάγει τὰ εἰρημένα, τῇ ἔξωθεν αὐτὸν φιλοσοφίᾳ κατακολουθεῖν αἰτιώμενος, καὶ περικόπτειν τὴν τοῦ θεοῦ κηδεμονίαν φησί, μὴ ὁμολογοῦντα παρ' ἐκείνου τὰς ὀνο μασίας τεθεῖσθαι τοῖς πράγμασι, καὶ συμμα χεῖν αὐτὸν τοῖς ἀθέοις καὶ κατὰ τῆς προνοίας ὁπλίζεσθαι, καὶ τὴν ἐκείνων γνώμην πρὸ τῶν νόμων θαυμάζειν κἀκείνοις πλεῖον εἰς σοφίαν νέμειν, οὐκ ἐπεσκεμμένον τοὺς πρώτους τῶν λόγων, ὅτι μήπω παραχθέντων τῶν ἀνθρώ πων εἰς γένεσιν ἡ τοῦ καρποῦ καὶ τοῦ σπέρ ματος ἐπωνυμία παρὰ τῆς γραφῆς ὠνομάσθη20. 2.1.197 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦ τον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τραχύ τε καὶ δύσηχον τῆς συντάξεως τῶν εἰρημένων ἐπανορθώσασθαι. τί οὖν ἡμεῖς, τί πρὸς τὸν κηδεμόνα τῆς θείας προνοίας ἀποκρινόμεθα; ἀδικεῖν ἡμᾶς λέγει ὅτι τὸ μὲν λογικὸν γε γενῆσθαι παρὰ τοῦ θεοῦ τὸν ἄνθρωπον οὐκ ἀρνούμεθα, τὰς δὲ τῶν ῥημάτων εὑρέσεις εἰς τὴν λογικὴν δύναμιν τὴν ἐντεθεῖσαν παρὰ τοῦ θεοῦ τῇ φύσει τῶν ἀνθρώπων ἀνά γομεν. καὶ τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐγκλημάτων, δι' οὗ πρὸς τὴν τῶν ἀθέων γνώμην αὐτομολεῖν ὁ διδά σκαλος τῆς εὐσεβείας κατηγορεῖται καὶ 20συνηθείας ἐκ θέσμου κληρονόμος καὶ συνήγορος20 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα. 2.1.198 Εἰπάτω τοίνυν ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων, ὁ θεὸς ἔθετο τὰς προσηγορίας τοῖς οὖσιν; τοῦτο γάρ φησιν ὁ νέος ἐξηγητὴς τῶν μυστικῶν δογμάτων, ὅτι βλάστην καὶ βοτάνην καὶ χόρτον καὶ σπέρμα καὶ ξύλον καὶ τὰ τοιαῦτα κατωνόμασε πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς ὁ θεὸς ἐν τῷ παράγειν εἰς κτίσιν τὰ γεγονότα διὰ προστάγματος. 2.1.199