1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

107

τούτου, ἐν δὲ παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου μὴ ἐκτρέφειν τὰ 62.151 παιδία; ∆ιά τοι τοῦτο πρῶτοι τῶν καρπῶν ἡμεῖς ἀπολαύομεν, θρασεῖς, ἀκολάστους, ἀπειθεῖς, βαναύσους ἐκτρέφοντες τοὺς παῖδας. Μὴ τοίνυν τοῦτο ποιῶμεν, ἀλλὰ πειθώμεθα τῷ μακαρίῳ τούτῳ παραινοῦντι· ἐκτρέφωμεν αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δῶμεν αὐτοῖς ὑπόδειγμα, ἐκ πρώτης ἡλικίας τῇ τῶν Γραφῶν ἀναγνώσει ποιοῦντες αὐτοὺς ἐνσχολάζειν. Οἴμοι! ὅτι συνεχῶς ταῦτα λέγων, ληρεῖν νομίζομαι· πλὴν ἀλλ' ὅμως οὐ παύσομαι τὸ ἐμαυτοῦ ποιῶν, Τίνος ἕνεκεν, εἰπέ μοι, οὐ μιμεῖσθε τοὺς παλαιούς; Μάλιστα ὑμεῖς αἱ γυναῖκες, τὰς θαυμαστὰς ἐκείνας γυναῖκας ζηλώσατε. Ἐτέχθη τὸ παιδίον; Μίμησαι τὴν Ἄνναν· κατάμαθε τί πεποίηκεν ἐκείνη· ἀνήγαγεν αὐτὸν εὐθέως εἰς τὸν ναόν. Τίς ὑμῶν οὐκ ἂν ἐθελήσειε Σαμουὴλ τὸν υἱὸν τὸν ἑαυτοῦ ἅπαξ γενέσθαι, ἢ μυριάκις βασιλέα τῆς οἰκουμένης ἁπάσης; Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; ∆ιὰ τί μὴ δυνατόν; Ὅτι οὐ θέλεις, οὐδὲ παραδίδως τοῖς δυναμένοις αὐτὸν ποιῆσαι τοιοῦτον. Καὶ τίς τοιοῦτός ἐστι, φησίν; Ὁ Θεός· ἐπεὶ κἀκείνη αὐτῷ αὐτὸν ἐνεχείρισεν. Οὐδὲ γὰρ ὁ Ἠλεὶ τῶν σφόδρα δυναμένων αὐτὸν πλάσαι ἦν· πῶς γὰρ, ὁ μηδὲ τοὺς υἱοὺς δυνηθεὶς τοὺς ἑαυτοῦ; ἀλλ' ἡ πίστις τῆς γυναικὸς καὶ ἡ προθυμία τὸ αὐτὸ εἰργάσατο. Πρῶτον ἔτεκε, καὶ μόνον, καὶ οὐδὲ ᾔδει εἰ καὶ ἑτέρους τέξεται. Καὶ οὐκ εἶπεν· Ἀναμείνω αὐξηθῆναι τὸ παιδίον, ἵνα πράγμασι χρήσηται βιωτικοῖς· συγχωρήσω αὐτὸν μικρὸν ἐνδιατρίψαι τῇ παιδικῇ ἡλικίᾳ· ἀλλὰ πάντα ταῦτα ἡ γυνὴ παρωσαμένη, ἑνὸς μόνου γέγονε, πῶς ἐκ προοιμίων τὸ ἄγαλμα τὸ πνευματικὸν ἀναθῇ τῷ Θεῷ. Αἰσχυνθῶμεν, οἱ ἄνδρες, τῆς γυναικὸς τὴν φιλοσοφίαν· ἀνήνεγκεν αὐτὸν τῷ Θεῷ, καὶ ἐκεῖ εἴασε. ∆ιὰ τοῦτο καὶ ὁ γάμος ἐγένετο λαμπρότερος, ἐπειδὴ πρότερον τὰ πνευματικὰ ἐζήτησεν, ἐπειδὴ τὴν ἀπαρχὴν ἀνέθηκε· διὰ τοῦτο εὔφορος αὐτῆς γέγονεν ἡ γαστὴρ, καὶ ἑτέρους ἐκτήσατο παῖδας· διὰ τοῦτο καὶ ἐν τῷ κόσμῳ εἶδεν εὐδοκιμοῦντα. Εἰ γὰρ ἄνθρωποι τιμώμενοι ἀντιτιμῶσιν, οὐ πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τοῦ τιμηθῆναι τοῦτο ποιῶν; Μέχρι τίνος ἐσμὲν σάρκες; μέχρι τίνος ἐπὶ γῆς κύπτομεν; Πάντα ἡμῖν δεύτερα ἔστω τῆς προνοίας τῶν παίδων, καὶ τοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου αὐτὰ ἐκτρέφεσθαι. Ἂν μάθῃ φιλόσοφος εἶναι ἐκ προοιμίων, πλοῦτον ἐκτήσατο παντὸς πλούτου μείζονα, καὶ δόξαν δυνατωτέραν. Οὐδὲν τοσοῦτον ἐργάσῃ τέχνην διδάσκων αὐτὸν καὶ παιδείαν τὴν ἔξωθεν, δι' ἧς χρήματα κτήσεται, ὅσον ἐὰν διδάξῃς αὐτὸν τέχνην, δι' ἧς χρημάτων καταφρονήσει. Εἰ βούλει ποιῆσαι αὐτὸν πλούσιον, οὕτω ποίησον. Πλούσιος γὰρ οὐχ ὁ πολλῶν χρημάτων δεόμενος, καὶ πολλὰ περιβεβλημένος, ἀλλ' ὁ μηδενὸς χρείαν ἔχων. Τοῦτο παίδευσον τὸν υἱὸν, τοῦτο δίδαξον· οὗτος μέγιστος πλοῦτος. Μὴ ζήτει πῶς εὐδόκιμον ἐργάσῃ ἐν διδάγμασι τοῖς ἔξωθεν, καὶ ἐπίδοξον ποιήσεις, ἀλλὰ φρόντισον πῶς αὐτὸν διδάξεις καταφρονεῖν τῆς δόξης τῆς ἐν τῷ βίῳ τούτῳ· ἐκεῖθεν λαμπρότερος καὶ ἐνδοξότερος γένοιτο ἄν. Ταῦτα καὶ τῷ πένητι καὶ τῷ πλουσίῳ δυνατὸν ποιεῖν· ταῦτα οὐκ ἐκ· διδασκάλου μανθάνει τις, οὐδὲ διὰ τέχνης, ἀλλὰ διὰ τῶν θείων λογίων. Μὴ ζήτει ὅπως μακρὸν ὧδε ζήσεται βίον, ἀλλ' ὅπως ἐκεῖ ἄπειρον καὶ ἀτελεύτητον. Τὰ μεγάλα αὐτῷ χαρίζου, μὴ τὰ μικρά. Ἄκουε Παύλου λέγοντος· Ἐκτρέφετε αὐτὰ ἐν παι 62.152 δεία καὶ νουθεσίᾳ Κυρίου. Μὴ ῥήτορα αὐτὸν σπούδαζε ποιῆσαι, ἀλλὰ φιλοσοφεῖν παίδευε. Ἐκείνου μὲν γὰρ οὐκ ὄντος, οὐδὲν ἔσται βλάβος· τούτου δὲ ἀπόντος, οὐδὲν ἔσται κέρδος μυρίας ῥητορείας. Τρόπων χρεία, οὐ λόγων, ἤθους, οὐ δεινότητος, ἔργων, οὐ ῥημάτων. Ταῦτα προξενεῖ τὴν βασιλείαν, ταῦτα χαρίζεται καὶ τὰ ὄντως ἀγαθά. Μὴ τὴν γλῶτταν ἀκονήσῃς, ἀλλὰ τὴν ψυχὴν ἐκκάθαιρε. Οὐ κωλύων παιδεύειν ταῦτα λέγω, ἀλλὰ κωλύων ἐκείνοις μόνοις προσέχειν. Μὴ νομίσῃς ὅτι τῷ μονάζοντι μόνῳ τούτων δεῖ τῶν παιδευμάτων τῶν ἀπὸ τῶν Γραφῶν· μάλιστα γὰρ τούτων δεῖ τοῖς παισὶ τοῖς μέλλουσιν εἰς τὸν βίον τοῦτον ἥκειν. Ὥσπερ γὰρ τῆς ἀπὸ τοῦ πλοίου κατασκευῆς καὶ κυβερνήτου καὶ πληρώματος τῶν ναυτῶν οὐχ οὗτος